Ancient Greek
179.1
Basilius, Sermones Xli 179.1
Unproofread scanNot analysed yet
πρός κακίαν ὁ λογισμός ; Μὴ βιαζώμεθα τὸν φιλάνθρωπον Δεσπότην πρὸς ἀγανάκτησιν μεῖζονα. Μὴ παρασκευάσωμεν τὸν εὐεργέτην, ποιοῦντα πρὸς τὸ πλήττειν καταχολεισθαι · ὁ γὰρ μὴ βούλεται μετερχόμενοι, πάντως ὧν οὐ βούλεσθαι, τούτων μεθεξόμεν. Μὴ τοῖς διαβολικοῖς θαύμασι (43) τὸν διάβολον θεραπεύοντες, τοῦ διαβόλου γενώμεθα σύγκληροι. Τέρψιν δαιμονικῶν τὴν διάνοιαν ἀποστήσῃμεν. Ἀπετάξαμεθα διαβόλῳ, μὴ πάλιν αὐτῷ τεχνικῶς συνταξώμεθα. Συνεταξάμεθα τῷ Χριστῷ, μὴ πάλιν αὐτῷ δαιμονικῶς ἀποταξώμεθα. Ὀλίγος ὁ βίος, ἀγαπητοί, καὶ ὁπαξ ὁ θάνατος, καὶ ἐπ' ὀφσεὶν ἡμῶν αἱ τῶν πόλεων συμφοραὶ. Φύγωμεν τὸν ἐξ ἀρχῆς τῶν ἀνθρώπων πολέμιον · καὶ προσδράμωμεν Χριστῷ τῷ διὰ παντὸς φιλανθρώπῳ. Μὴ γὰρ ἄχρι τῆς παρούσης ζωῆς τοῖς ἀνθρώποις τὰ τάγματα περιώρισται ; λογοδοσίον ἡμᾶς ἀπεκδέχεται (44), καὶ κρίσις ἀπαράτρεπτος, καὶ κριτὴς φοβερός, ἢ πρὸς βασιλείαν καλῶν, ἢ πρὸς γέενναν ἐκπέμπων. Ὅταν ἂν ἐντεῦθεν ἑαυτοῖς ἐπιλεξώμεθα μερίδα, ταύτῃ ἐκεῖ τὴν κτῆσιν ἔχειν ἀνάγκη· ὅσον ἂν κλῆρον ἐνταῦθα ποιησώμεθα, τούτου ἀνανιρίθῃτως ἐκεῖ χαρτισώμεθα. Φύγωμεν σκότος αἰώνιον, ἀγαπήσωμεν βασιλείαν οὐρανίων · φύγωμεν ἀκοίμητον σκώληκα · δράμωμεν πρὸς τοὺς τῆς ἀφθαρσίας στεφάνους. Φύγωμεν πῦρ ἀκατάσβεστον · προσφύγωμεν ἀγαθῷ καὶ φιλανθρώπῳ Δεσπότῃ. Ταῦτα λέγομεν, ταῦτα παρακαλοῦμεν, ταῦτα μετὰ τοῦ Παύλου φθεγγόμεθα· Ἄξιως περιπατήσει τῆς κλήσεως, ἧς ἐκλήθημεν ἐν Χριστῷ· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.