Ancient Greek
180.1
Basilius, Sermones Xli 180.1
Unproofread scanNot analysed yet
ποιχλίας τῆς ψυχῆς τὰς ἑκουσίους νόσους θεώμενος, δι' A ποικιλίας καὶ αὐτὸς τῆς φιλανθρωπίας, τὰ φάρμακα, δι' ἑκάστου τὴν ἑκάστου σωτηρίαν ἐργάζεται. Ἄν ἴδῃ τῶν τῶν τελωνικῶς (45) μολυνθὲν καὶ χέρδεσι, διδῶσιν ἱαμὰ καθαίρον τὴν προθυμίαν· ἄν ἴδῃ μορφὴν ἰχνὸς καπηλεύουσαν, μεταπλάττει τὸ πάθος εἰς ἐνὕπνον ἔρωτα· ἄν ἴδῃ ληστὴν μετανοοῦντα, διὰ πίστεως ἰκετεύει· ἄν ἴδῃ διώκτην ὑπ' ἀγνοίας μανδύμενον, δι' ἐπιστασίας σαγηνεύει· ἄν ἴδῃ στρατιώτην πιστὸν, δι' ἱερωσύνης ἐφελκύεται. Ἄλλος μὲν οὖν παρθένιον κοσμήσας τὰ μέλη, τιμιώτερος ὤφθη τῷ πλάσαντι· ἄλλος πραότητος ἐρασθείς ὑπὸ τῶν ἱερῶν Γραμματῶν θαυμάζεται· ἄλλος ζηλῶν καθωσιόσεως θεῷ, τὸν Ποιητὴν ἐπαινέτην ἐκτήσατο. Ἄλλ' εἰ καὶ ποικίλοι τῆς σωτηρίας οἱ τρόποι, πᾶσι γοῦν ὁ τῆς ταπεινοφροσύνης κόσμος ἀρμόδιος· μετὰ ταύτης καὶ σωφροσὺν θαυμάζεται, καὶ πίστις· ἐπεὶ πραότης, καὶ δικαιοσὺν ἀνδρεία, καὶ ἐλεημοσύνης καρπὸς ἀληθέστερος· καὶ μετάνοια τότε πιστεύεται, ὅταν τῇ ταπεινοφροσύνῃ συνέζευκται. Διὰ τοῦτο τὸν ἄγιον ὁ χωριφαῖος, ὅτε τῶν ὑπὲρ φύσιν ἀξιώθησι, τότε μάλιστα πρὸς ταπεινοφροσύνην ὁρᾷ. Ἡλθε γοῦν εἰς ὁμιλίαν πρὸς τὸν ποιμένα, διέλεγτο, καὶ λόγος ἀμοιβαδὸν ὡς ἐξ ἰσομίας· ἀπ' ἀμφωτέρων ἐπίμπετο· καὶ ἤν ἰδεῖν πρᾶγμα παράδοξον· γλύτταν πηλίνην τολμῶσαν οὐράνια φθέγγεσθαι, καὶ θεὸν οὐκ ἀνούντα πρὸς τὸν ἐν ἡγ' ἀντιφθέγγεσθαι· τοιαῦτα γὰρ τῆς ταπεινοφροσὺν τὰ κέρδη, ἀνθρώπους εἰς ὕψος ἀνᾶγει, καὶ ποιεῖ θεὸν ἀνθρώποις προσδιαλέγεσθαι. Ὡς γοῦν τοὺς οἰκείους ῥήμασιν ὁ Ἄβρααμ προσέπλεξε τῷ, Ἐγώ εἰμι γῆ καὶ σποδός, τότε μάλιστα τῇ ἐπιγνώσει τῆς φύσεως ὑπερβαίνει τὴν ἀξίαν τὰ μέτρα τῆς φύσεως. Οὕτω καὶ Μωϋσῆς, ὁ τοῦ Ἄβρααμ τῶν τρόπων διάδοχος, τῇ πρὸς θεὸν διαλέξει τιμηθεὶς, ἑαυτὸν ἀπηνεῖλεν· Ἰσχυρόφωνός εἰμι καὶ βραδύγλωσσος. Ὅσα γὰρ καταστέλλει τὸ φρόνημα, τοσούτω τὴν χάριν ἐφελκύεται· καὶ γίνεται μέτρον αὐξησεως τῆς ταπεινοφροσύνης ἡ δύναμις. Ὡς καὶ ὁ τῶν ἀνθρώπων Δημιουργός, οἷον ὅ τι πρῶτον ἐν δυνάμει τὴν ταπεινοφροσύνην μετέρχεται, καὶ τὴν θεότητα κρύψας, μορφὴν περιβάλλεται δούλου. Διὰ τοῦτο καὶ ὁ Παῦλος τῷ κατὰ Χριστὸν ὑποδείγματι δυσωπεῖ τοὺς ἀκούοντας, Τοῦτο φρονεῖτω, λέγων, ἔν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ. Ταύτην καὶ ὁ Χριστὸς ἐν Εὐαγγελίοις, ποικίλως τοὺς ἑαυτοῦ μαθητὰς ἐκπαιδεύει· ποτὲ μὲν βοῶν· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, οἱ τὸν ὀχὸν τῶν τρόπων ἐμίσθησαν, καρπὸν τοιαύτης πτωχείας, τὸν οὐρανὸν πλοῦτον ἐπαγγελλάμενος· ποτὲ δέ· Πᾶς γὰρ ὁ ὑψῶν ἑαυτόν, ταπεινωθήσεται (46)· καὶ ὁ ταπεινῶν ἑαυτόν, ὑψωθήσεται.