Ancient Greek
181.2
Basilius, Sermones Xli 181.2
Unproofread scanNot analysed yet
B Καὶ μὴ θαυμάζης, εἰ τῶν μαθητῶν ὁ λόγος δουλεύει τοῖς πάθεσιν· ἀνθρώπους γὰρ ὄντας· αὐτοὺς, μαθητὰς ἐαυτῆς ἡ χάρις συνήθροισε· ἵνα καὶ συγγενείας τῆν φύσιν, μεταβάλῃ, ὡς ἐκεῖνοι, τὸν τρόπον· καὶ ἀνθρώπους ὄντας, ἀνθρώπων παιδεύτας κατεσκεύασεν, ἵνα τῷ ὁμοίῳ τοῦ πταίσματος, καθ' ἡγητὰς δείξῃ συγγνώμονας· καὶ τὴ κοινωνία τῶν παθῶν φιλοκωπλῶν πρὸς τὴ διδασκαλίαν προτιμῆ-ξωσι. Διὰ τοῦτο τῇ κατ' ὀλίγον μελέτῃ πρὸς τὰς γνώμας τῶν ἐκτελεστέρων ἀνάγονται, ἵνα μάθωσι διδάσκειν, ὡς ἐδιδάχθησαν πρότερον. Οὕτως ἄρα ποτὲ τῷ Πέτρῳ, φόβῳ κόρης τὸν Δεσπότην ἀρνησαμένῳ, τὸ ἐπιλήπτειν ἀφεὶς, τὴν συγγνώμην εἴδου, διδά-σκων, ὅπως χρὴ τῶν πταιόντων ἀνέχεσθαι. Πέτρε, φησὶ, φιλεῖς με ; Σὺ, φησιν, οἶδας ὅτι φιλῶ σε. Βόσκε τὰ πρόβατά μου. Ἐδῆξω τῆς ἀσθενείας τὴν αἴσθησιν ; ἐπέγνωσ τῆς μεγαλαυχίας τὸν ὀλισθον ; ἐδιδάχθης διὰ πείρας, σαυτῷ μὴ πιστεύειν ; ἐπ-έγνωσ τὰ μέτρα τῆς φύσεως ; ἔμαθες ὡς πανταχοῦ χρεία τῆς χάριτος ; μεταδίδου συγγνώμης, ἧς ἐδεήθης αὐτὸς διδασκόμενος. Μὴ ἀτιμάσῃς τῆς μετανοίας τὸ φάρμακον, ἧς τὴν πέτραν ἐθαύμασας· Βόσκε τὰ πρόβατά μου. Οὕτως ἄρα καὶ νῦν προσελθόντες ἠρώτων· Τίς ἄρα μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐ-ρανῶν ; Τί οὖν ὁ Σωτήρ ; Φέρει τὸ πταίσμα, καὶ διορθοῦται τὸν τρόπον. Ἄφελις γὰρ τὴν ἀπόκρισιν (48), χωρεῖ εἰς τὴν παραίνεσιν· καὶ λογισμὸν νηπιώδη διωρθοῦτο τοῖς παιδικοῖς ὑποδείγμασι. Καλέσας (49) γὰρ παιδίον, καὶ στήσας αὐτό, πρὸς αὐτοὺς ἔφησεν· Ἐὰν μὴ στραφῆτε, καὶ γένησθε ὡς τὸ παι-δίον (50), οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν (51). Σένν τῶν πραττομένων ἡ θέα. Τίς μείζων, ἐρωτηθείς, καὶ παιδίον ἐν μέσῳ παρ-έστησεν, οὐδ' ἀποκρίσεως ἀξίου τὴν ἐρώτησιν ; Ἔθος γὰρ τῷ Δεσπότη, μὴ πρὸς τὰς ἐρωτήσεις ὁρᾶν, ἀλλὰ πρὸς τὸν τῶν ἐρωτῶντων τρόπον ὑπαντᾶν. Φαρισαῖος γοῦν τίς ποτε νόσῳ φιλαργυρίας φλεγόμενος, καὶ θαυμάτων πλῆθος ὁρῶν, πλεονεξίας ἐρωτὶ προσελθὼν.