Ancient Greek
184.2
Basilius, Sermones Xli 184.2
Unproofread scanNot analysed yet
ΑΩΓΟΣ ΚΘ. Εἰς τὸ, «Δεῦτε πρὸς με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. »α᾽. Οἱ μὲν ἐπὶ γῆς βασιλεῖς τὸ τῶν πολεμίων στρατῶδεν χειρωσάμενοι, πρὸς ἀπειχεστέραν δουλείαν τοὺς ἀντιστάτας βιάζονται, καὶ φρόνημα φέρειν ταπεινὸν τὸν αἰχμαλώτων ἀναγκάζουσι, τῇ τοῦ βίου μεταβολῇ τὰς τῆς τύχης εἰσπραττόμενοι ἄγας. Ὁ δὲ Χριστὸς ὁ ἀληθινὸς βασιλεὺς, πολέμου νόμῳ, καὶ οἰκονομίας σοφίᾳ, τὴν τοῦ διαβόλου τυραννίδα κρατήσας, τοὺς ὑπ᾽ ἐκείνου κατὰ Δεσπότου φρονήσαντας, εἰς ἐλευθερίαν καλεῖ, καὶ πρὸς βασιλείας ἀπόλαυσιν μεταπέμπεται· γαληνῶ μὲν τῷ βλέμματι, διπλωμέναις δὲ ταῖς χερσὶ, καὶ πρὸς ἑαυτὸν νευσάσης, καὶ φωνὰς φιλανθρώπως ἐφλέκται, λέγων· Δεῦτε πρὸς με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Πέλαγος φιλανθρωπίας γενόμενος πηχυμένῳ ροθῷ κατακλύζει τοὺς ἀπαντας. Δεῦτε πρὸς με, πάντες οἱ κοπιῶντες· οἱ τῷ διαβόλῳ κατ᾽ ἐμοῦ συμφραξάμενοι, μετ᾽ ἐμοῦ τοῖς ἐμοῖς ἀγαθοῖς ἐντρυφήσατε· οἱ τοῖς κατ᾽ ἐμοῦ κοπωθέντες πολέμοις, ἐν τοῖς ἐμοῖς ἀναπαύσεσθε δώροις. Ἀλλάξαθε τῆς διαβολικῆς δουλείας τὴν ἐμὴν βασιλείαν. Ἐκώπασεν ὑμᾶς εἰς τὰς κατ᾽ ἐμοῦ παρατάξεις ἐκεῖνος· ὠπλίσεν ὑμᾶς παρανομίας ὁ ἀσυμμετῆς, ἀσεβείας πανοπλίαν ἐνέδυσε, μαῖφονίας περιέβαλε θώρακα, τόσους ἀδικίας τὰς χεῖρας συνέδησε, πρὸς τὰς ἀκολάστους ὑμῶν ἐκῦμηνε πράξεις, πρὸς τὰς τῶν εἰδώλων θεραπείας ἐστρατοπῆγσε, κατέκοψεν ὑμᾶς ἀνευδότοις πολέμοις, καὶ δυνεῖς ὑμῖν ἐμοὶ πολεμοῦσιν οὐκ ἦν. Ἄλλ᾽ ἰδοὺ πάρεἰμι πρὸς ὑμᾶς καλούμενος· Δεῦτε πρὸς με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι. Ἄρχαῖος οὗτος