Ancient Greek
198.2 to 199.34
Basilius, Sermones Xli 198.2-199.34
Unproofread scanNot analysed yet
γ. Δέξου καὶ ἑτέραν φωνὴν Δεσποτικήν· τὸ θέλειν σημαίνουσαν· Ὅταν ὑψωθῶ, πάντας ἐλκύσω (1) πρὸς ἐμαυτόν. Πῶς οὖν ἑτέροις χαρίζεται, ὁ προ- A λαβὼν αὐτὸς ἀποστρέφεται· Ἄλλ' ἀνέχου τοὺς μαθητὰς παρορμῶν ἀνδρικῶς ἐνέγκαι τὸ πᾶθος τὴν θῆαν· Ὀοὺ, φησίν, ἀναβαίνωμεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται εἰς χεῖρας ἀνθρώπων. Προλαμβάνει τὴν προθυμίαν τῶν Ἰουδαίων τὴν γνώμην. Ὀίνει γὰρ τὸ πᾶθος, ἵνα λύσῃ τοὺς τάφους. Πάλιν ἐπιπλήττει τῷ Πέτρῳ, τὸ πᾶθος διὰ πόνδον κωλύοντι. Ἄλεις γάρ, φησί, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. Πρὸς δὲ ὁ Δεσπότης· Ἵπαγε ὀπίσω μου, Σατανᾶ, ὅτι σκάνδαλόν μου εἶ. Εἰ τὸ πᾶθος ἀκούσιον, τί τὸν συνὴν μαθητὴν ἀτιμάζει; Πάλιν τῶν Ἰουδαίων φθόνῳ τῶν θαυμάτων τὸν θαυματουργὸν φυγαδεύοντων· Εἴπατε, φησί, τῇ ἀλώπεκι (2) ταύτῃ, σήμερον καὶ αὔριον θαύματα (3) ἐπιτελῶ, καὶ τῇ τρίτῃ τελειοῦμαι. Εἰ πρόδηλος ἡ νίκη, τί παραιτεῖται τὸ πᾶθος; Ἵνα κωλύσῃ τὴν ἄνοδον, ἄκων ὁ Χριστὸς ὑπομένει τὸ πᾶθος; Εὐφήμσον, ἄνθρωπε, τοὺς προφήτας, ὅτι τοῖς τῆς χάριτος ὀφθαλμοῖς τὰ μέλλοντα βλέποντες (4), ὑμνοῦσι τὸν ὑπὲρ τοῦ κόσμου σταυρούμενον. Αἰδί- σθητι τοῦ Ἄδραὰμ τὴν χάριν, ἐν Ἰσαὰκ τὸ πᾶθος προεικονίζοντος. Ἄδραὰμ γάρ, φησίν, ὁ πατὴρ ὑμῶν ἐπεθύμεισε ἰδεῖν τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδε, καὶ ἐχάρη· δὲ τῷ γήρᾳ καμπτόμενος, ἀτρόμῳ χειρὶ κατὰ τοῦ φιλητάτου τὸ ξίφος ἐπανατείνεται. Καὶ νικᾷ τὸν τοῦ κελευδάντος πόθον, τὸν πόνον τῆς φύσεως, ἵνα ἀθῦς θυσία Δεσποτικὴν θυσίαν μιμησθῇται. Αἰδεσθητι τοῦ Ἰσαὰκ τὴν ἐπείκειαν, δὲ καὶ πρὸς φόνον δεσμούμενος, περὶ τὸ ξίφος ἔκων ἦν, ἵνα τὴν εἰκόνα τοῦ πλάθους ἐνδείξῃ τὸ ἀπόρρητον. Αἰδεσθητι τοῦ Μωϋσέως τὸν ὀφιν ἐν ἐρήμῳ κρεμάμενον, δὲ τοῖς τῶν ἀπίστων ὄμμασιν ἐξαρχατὴρικός τὸν ἐπὶ τοῦ ξύλου κρεμαμένον. Γνωρίζει (5) τὴν εἰκόνα Χριστός, καὶ μὲνὲν τοῖς μαθηταῖς τὸ ἀπόρρητον. Μία μὲν οὖν αὕτη τῶν τοῦ Σωτῆρος λόγων αἰτία, λέγοντος· Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο,