Ancient Greek
204.52
Basilius, Sermones Xli 204.52
Unproofread scanNot analysed yet
τοῦ κυβερνήτου τὴν τέχνην· ὅταν τὴν (25) "Εδόδοτο. γρ. ἰδίδοτο. A εἰς θεογνωσίαν χειραγωγῶν ἡμῶν, τῷ διδασκάλῳ τὴν σοφίαν ὑμνῶ. Παιδεύτης δὲ ὁμοῦ καὶ ποιητὴς ὁ τῶν ἀνθρώπων Θεός, ὑπερβολὴν φιλανθρωπίας ἐλοῦν πρὸς ἑκάτερα. Ποιήσας γοῦν τὸν πρῶτον ἀνθρώπον ὁ Θεός, καὶ τοὺς πλάτας τῆς φύσεως ὅρους ἐν ἐνὶ περιγράψας προσώπῳ, καὶ τὰς πλουσίας τοῦ γένους πηγὰς ἐν ἐνὶ φυτεύσας ἀνθρώπῳ, τοῦ τῆς θεογνωσίας ἔργου οὐκ ἀρξεται μαθημάτων· ἀλλὰ τῆς οἰκείας ἀμελήσας ἀξίας, παιδεύτης ἐνὸς ὁ Ποιητὴς παραγίνεται· καὶ ὡς ὁρώμενος, ὁ ἀόρατος φθέγγεται· οὐκ ἀμεῖβων τὴν φύσιν, συμμετρῶν δὲ τῷ ἀρχιμαθεῖ πρωτοπλάστῳ καὶ τὴν φωνὴν καὶ τὴν θέαν, νόμους ὑπακοῆς παραδίδωσιν, ἐν βρώσει τὴν γνῶσιν δωροῦμενος. Διὰ τοῦτο καὶ θυσίας προσεχόμενος προσδέχεται, ἵν' οἱ προσφέροντες, ἵν' ὧν προσφέρουσι τὸν ἑαυτῶν Δεσπότην κηρύττωσι· καὶ ὧν οὐκ ἔστιν ἐνδεής, τούτων γίνεται δικαστής, καὶ ταῖς φαινομέναις θυσίαις τὰς οὐ φαινομένας γνώμας ζυγοστατεῖ. Οὕτω γοῦν ἡ ἀνθρωπός, ποτε πῶν ἀδελφῶν ζυνομοί, τὸν Ἀβελ φημὶ καὶ τὸν Κάιν, ὡς ποιητῇ τῷ Θεῷ τὰς τῶν χειρῶν ἀπαρχὰς ἀναφέρουσι. Ἀλλὰ τὸν μὲν ἀπετράπετο, τὸν δὲ ἀπεδέξατο. Τοῦ μὲν γὰρ ἐθαύμασε τὸ δῶρον διὰ τὴν γνώμην, τοῦ δὲ ἀπεστράφη τὴν θυσίαν διὰ τὸν τρόπον. Πυκναῖς τοίνυν ἐξ ἀρχῆς ἐπιφανεσίαις, τεθλημένοις [Ισ. καὶ θυσίαις] Θεός (27) τοὺς ἀνθρώπους θεογνωσίαν ἐπαίδευεν. ὤφθη τῷ Ἀβραάμ, διελέχθη τῷ Ἰσαάκ, ἐξεδίδαξεν, ἐξέριψε τῆς εὐσεβείας τὰς μῆτρας. Μετὰ τὴν αὐτοπρόσωπον διδασκαλίαν, καὶ ἀνθρώπου· ἀνθρώπων παιδευτὰς ἐξαπέστειλε. Μωϋσέα δὲ διδάσκαλον ἐπέμπε, καὶ τοῖς Ἰουδαίοις δήμους κατὰ τὴν ἔρημον παιδεύτης ὁ Μωϋσῆς ἐκαλεῖτο. Ἄλλ' ἵνα μὴ λήθη κλέψῃ τὴν γνῶσιν, μηδὲ τῆς φωνῆς τὸ τάχος τῆς ἀκοῆς παραδράμῃ τὴν αἴσθησιν, γράμμασι τὰς φωνὰς συνέζηψεν. Τρίτον ἐπενέφης διδασκαλίας ἀθάνατον· ἵνα ἡ μὲν γλῶττα παρέχῃ τὴν γνῶσιν, ἡ δὲ χειρ διὰ τῶν γραμμάτων ἐγχαράττῃ τὴν μνήμην. Διαδέχεται δὲ λοιπὸν Μωϋσέα τῶν προφητῶν ὁ χορός, καθάπερ ἀστέρες τινὲς ἀλλεπάλληλοι τοῖς ἀνθρώποις ἐπανατέλλοντες, θεογνωσίας φῶς ἀπαστράπτοντες. Ἐπὶ τούτοις τὸ μέγα καὶ πάνσεμνον τῆς κατὰ Χριστὸν οἰκονομίας μυστήριον ἐσκευάζετο, καὶ τοῖς ἀνθρώπων εἰσφέρετο γένεσιν. Οἰκονομία θανάτου δυνατωτέρα, δαιμόνων ἰσχυροτέρα, εἰδωλολατρίας καθαιρέσις, μήτηρ ἐλευθερίας, ἀθανασίας ἀρχοποιός, δουλείας ἀπαλλαγὴ, χαρισμάτων διανομή, βασιλείας στολή, ἐν οὐρανῷ διαγωγή, διαδοχὴν οὐκ ἐλπίζουσα· παρὴν γὰρ ἐπὶ γῆς ὁ Χριστὸς ἡμῖν· ἀγαθῶν τοῖς καταδικοῖς δωροῦμενος. Οὕτως τοῦ Ἀδάμ ἐπαναλήψις, τῆς Μωσαϊκῆς διδασκαλίας τελείωσις, τῶν προφητικῶν χαρισμάτων καρπός, δι' ὧν (28) Ἰωάννης, ἐν τῇ νηδύι προφητεύει, καὶ γαστρὶ δεσμούμενος τῇ προθεσμῖα τῆς φύσεως, καὶ δικάζεται πρὸς τὴν ὁμόδουλον