Ancient Greek
213.2
Basilius, Sermones Xli 213.2
Unproofread scanNot analysed yet
ΛΟΓΟΣ ΔΖ'. *Εἰς τοὺς ἐν τῷ Εὐαγγελίῳ δύο τυφλοὺς. *Οἱ πρὸς λειμῶνα πολυανθῆ τοὺς ὀφθαλμοὺς ἀφίντες, πολλάχθδεν τῷ κάλλει τῶν ἀνθέων τὰς ὄψεις τοξεύοντα, πλανωμένη θέᾳ τὰ θαῦμα συλλέγοντες καὶ τί μὲν πρῶτον, ἢ δεύτερον ἐπαινέσουσιν οὐκ ἐπίσταται. Καὶ γὰρ τῷ πρώτῳ θαυμάζων ὀφθαλμός, ὑπὸ τοῦ δευτέρου καλεῖται πρὸς ἐκπλήξιν· καὶ τρίτον ἀρπάζων τὴν ὄψιν, ἐπιδεικνύει τὸ κάλλος, καὶ ταῖς ἀλλήλων ἀνίσχοντα χάρισιν, ἀμαυροῖσι τὴν θέαν τὴν ὀφθαλμῶν ἡδονὴ τῶν ὁρωμένων πλανώμενον. Τοιούτόν τι καὶ αὐτὸς πεπονθέναι δοκῶ, πρὸς τὸν πολυανθῆ καὶ σωτήριον λειμῶνα τῶν εὐαγγελικῶν ἀποβλέπων θαυμάτων. Μήπω γὰρ τῷ πρώτῳ ἀξίως θαυμάσας, ὑπὸ τοῦ δευτέρου περιστοιχίζομαι. Καὶ πάλιν πρὸς ἕτερον ἀπ' ἑτέρου παραπέμπομαι θαύματος· καὶ μετ' ἐκεῖνο πάλιν πρὸς ἕτερον. Καὶ ποῦ στήσω τὴν διάνοιαν οὐκ ἔχω· καὶ καθάπερ εἴ τις πέλαγος ἀγνὰς ἐμβεβηκὼς ὁ λογισμὸς τῶν γλυκῶν θαυμάτων τῷ πελάγει κυμαίνεται. Ἄρτι λεπρὸς τις προσῆς πολυστικὸς νοσήματι, τὸ σῶμα κατάδικος, καὶ βαρὴν περιφύρων ἀκούσιον, μισουμένην καὶ νόμῳ, καὶ γνώμῃ. Ἄλλὰ μέχρι τῶν Δεσποτικῶν ὀμμάτων τυραννῆσαν τὸ πάθος, ὅρων ἄρχε τυραννίδος τὴν θέαν, μετ' ἐκείνην οὐκ ἐπιφαινόμενον, ὁμοῦ τῷ προστάγματι δραπετεύων τὸν πάσχοντα. Ἄλλος τις ἔδειξε χεῖρα νεκρωμένην, μηδὲ ταύτην δυναμενην (51). Ἄλλ' εἶδεν ὁ Δεσπότης τὸ πάθος, εἶδεν ὁ φιλάθρωπος ἰατρὸς φιλανθρώπως· εἶδεν ἡ ζωὴ τὴν νεκρότητα, ἀπέλαβεν τὴν χεῖρ τὴν ζωήν, ἡ φύσις τὸ μέλος ἐπέγνω. Ἕτερος δαιμόνων ἐτήχθαιεν οἶκος ἀκούσιος, αὐτὸς καθ' ἑαυτοῦ τὴν ἐνοικον ἐπαγόμενος, ὅπλον αὐτὴς τῷ πολέμῳ γινόμενος, οἰκητήριον τοῦ δυσμενοῦς ὑπάρχων ὁ δειλαῖος. Ἄλλ' ἡς Δεσποτικῆς φωνῆς τὴν ἀστραπὴν οὐκ ἐνέγκαντες δαίμονες, τῇ φυγῇ τὴν πληγὴν ἀνεκήρυττον. Ἄλλος τις πολυετεῖ παραλύσεως ἀλύσει δεσμοῦμενος, φωνῇ Δεσποτικῇ τῶν δεσμῶν ἀπελύετο, καὶ φέρων ἐπὶ τῶν ὤμων τὴν πολὺ μοχλοῦν κλίνην, ἐπινίκιον θέαν ἐπόρπειν, αὐτὸς κατὰ τῆς νόσου τρόπαιον ἐγείρων. Λάζαρος τετραήμερος ἐκ τῶν τάφων ἐξέτρεχεν· ἡκολούθει γὰρ τῇ καλοῦσῃ φωνῇ. Ἕτερου γάμος ἐτιμάτο τοῖς θαύμασι, καὶ ὕδωρ πρὸς τὰς τῆς ἀμπέλου κρήνας τλάτετο. Πάλιν ἕρημος ἄρτους ἐπήγαγεν, καὶ χεῖρες Δεσποτικαὶ πενίαν ἀποστολικὴν διωρώσαντο. Ἄλλαχοῦ τελώνης ἠρεῦστο, καὶ ὁ τοὺς παρόντας λογῶν (52), ἔλαθεν ὑπὸ Δεσπότου σαγηνευόμενος. Ἄλλαχοῦ πόρνη (53). . . τὸν βίον μετέβαλε, καὶ λόγος