Ancient Greek
218.2
Basilius, Sermones Xli 218.2
Unproofread scanNot analysed yet
γ. Ταῦτα ἀκούσαντες ἐκεῖνοι, καὶ τὸ συμπάθες ἅπαν ἐκτεμῶντες τῶν οἰκείων ψυχῶν, καὶ βουλεύσαμενοι πρὸς ταῖς ἀτοπίαις ἀλλήλους, δρόμῳ πρὸς τὴν πόλιν ἐφέροντο τὰς δεξιὰς ἀνατείναντες ὀπλισμένας, καὶ ταῖς τῆς Βηθλέεμ ἐμπεσόντες ἀγέλαις, τοὺς ἀπαλούς ἀρνὰς διεσπαράσσοντο· καὶ πανταχόθεν αἱματῶν ἀναδιλύουσαι πηγαί δακλῶς τὸ τῆς γῆς ἔχραινον πρόσωπον. Καὶ οὐδὲν ἐφαίνετο πρὸς σωτηρίαν τοῖς ἀπολλυμένοις ἀρχοῦν, οὐχ οἶκος κατακρύψαι τὴν ὑπεῖσιν δυνάμενος, οὐχ ἱερὸν, φθόνον τινὰ τοῖς φονευταῖς ἐμποιοῦν, οὐ λειψυθία στηπλαιοῦ κατάδους. Ἄλλὰ πανταχόθεν οἱ παῖδες ὡς δυσμενεῖς ἀνιχνεύοντο, καὶ οὐδὲς αὐτῶν τὴν μάχαιραν διελάθανεν, ἕκαστος, ὡς αὐτὸς ὡν ὁ Χριστός, ἐν τοῖς ἐκάστου ζητουμένος αἵμασιν. Ὅσαι δὲ ἦσαν τολμηραὶ καὶ θρασεῖαι μητέρες, ἀντεισίδουσαι τὰς χεῖρας ταῖς ἀχμαῖς τῶν ξιφῶν, ἐπλήττοντο μὲν ὑπὲρ τῶν παίδων ἰδίαις πληγαῖς· πλέον δὲ ὠφελοῦν οὐδὲν ἀλλὰ μακρότερον ἐποίουν αὐτοῖς τοῦ κινδύνου τὸν χρόνον. Ἄλλαι δὲ ἐπιβαλλόμεναι βιαίως, ὡς ἐκτελομένας τῶν τέκνων ἄπερ ἔτυχον μέλη περισαφίζεσαι ταῖς χερσὶ ταῦτα ἔχουσαι. μετὰ ταῦτα μόνον ἐφάνησαν, τοῦ σίδηρου τῇ τομῇ καὶ τοῖς ἐλκοῦσι τοῦ παιδίου μερίζουσι. Καὶ ἡ μὲν τὴν χεῖρα τυχόν, ἡ δὲ μέρος ποδός, ἡ δὲ ἄλλο τι μέρος ὡς ὅλον ἀπέχουσα τὸ τέκνον ἀπέτρεχε. Πολ-