Ancient Greek
219.3
Basilius, Sermones Xli 219.3
Unproofread scanNot analysed yet
B δ. Καὶ ταῦτα αὐτοῖς τολμῶσι καὶ πράττουσιν εἰς πλεῖονα μανίαν ὁ θυμὸς ὑπεθῆγετο, καὶ τοὺς οἴκους εἰσεπτήδον αὐτοῖς, καὶ πάντα ἀνηρεύνον ἐξεστηχόσι καὶ φόβου πνέουσιν ὀφθαλμοῖς, καὶ πρὸς τοὺς ὑψηλούς θαλάμους ἀνέτρεχον· εἶτα ὑπὸ τὴν κλίνην τυχόν, ἢ τοιούτῃ τινὶ παιδίον εὑρόντες κρυπτόμενον, μόνῳ τῷ κλαυθρισμῷ (78) μηνυθέν ἀπὸ τῶν οἰκείων ἐσφενοδόνουν· ὅποια λίθον (79) ἐπὶ τὰς ἀγυιὰς, τῇ τοῦ βασιλέως ὀργῇ τὸν οὕτως ἀνόσιον χαριζόμενοι θάνατον. Βοὴ δὲ ἔγινετο συγκεχυμένη, καὶ πένθους χρὸς ἐπεκράτει ποικίλος· τῶν μὲν ἤδη μειζόνων παίδων ἐδυρομένων τοὺς ἀδελφούς· τῶν πατέρων δὲ ὀλοφυρομένων οὕς ἔτεχον· τῶν μητέρων δὲ σιγχαῖς ὀξείαις κεχρημένων ἐπὶ τοῖς πάθεσι· τῶν γεγηρακότων δὲ οὕτω τοιούτων ἐωρακέναι βουλομένων οὐδὲν, οὐδ’ ἐν πολεμίων ἐπιδρομαῖς· πάντων ἐπιμεμφόμενον τὸ πικρὸν τῆς ἡμέρας ἐκεῖνης φωτί. Τέλος δὲ ἐχούσης τῆς οὕτω καλῆς ἀριστείας, τῆς στρατηγίας καὶ τοῦ στρατοπέδου διασκεδασθέντος, ὡς ἐπὶ νίκῃ λαμπρά, πάλιν ἀνεζωπυρεῖτο τῶν μητέρων ὁ θρῆνος, καὶ τοῦ δακρύειν ἐξουσίαν λαβοῦσαι λοιπὸν ἐκάστη τὰ τοῦ παιδίου ἄλλα ἀλλαχόθεν μέλη συνέλεγε (80) μετὰ δακρύων, καὶ τὰ διατμηθέντα βιαίως, ὅπωσὸν εἰς ἐν συναρμόζουσα, καὶ τὸ λοιπὸν ἐπιζητοῦσα, καὶ τοῦτο εὑρεθέν περιπτυσσομένη πολλάκις, καὶ προσ-