Ancient Greek
223.3
Basilius, Sermones Xli 223.3
Unproofread scanNot analysed yet
(3) Ἱπὶς δὲ αἵματος ταύρων. Scriptura, Εἰ γὰρ δι᾽ αἵματός ταύρων. Ιλεως δσομαι ταῖς ἁμαρτίαις αὐτῶν καὶ τῶν ἀσεβειῶν αὐτῶν οὐ μὴ μνησθῶ ἐτι. Περί αὐτῆς οὖν τῆς καινῆς διαθήκης φησιν ὁ ἄγγελος πρὸς τὸν Δανιήλ· Ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν ὁ λόγος, τοῦτ' ἐστι, περί σου. Καθὼ ἤλθον τοῦ ἀραγγελᾶλαί σοι, ὅτι ἀνὴρ ἐπιθυμιῶν σὺ εἶ· ἐπιθυμῶν, φησὶ τὴν τοῦ Χριστοῦ παρουσίαν θεάσασθαι. Καὶ ἐγνώρησιν ἐν τῷ ῥήματί σου (7). Τῷ λόγῳ, φησὶ τῷ ἐξεληλυθότι ἐκ τοῦ στόματός σου. Καὶ σὺνὲς ἐν τῇ ἀπασίᾳ. Νοτῶς, φησὶ σὺνὲς τὴν πάντων κατά ψυχὴν αἰχμαλωσίαν, ἣν μέλλει λυτροῦσθαι ὁ ἀνερχόμενος ἐπὶ τοῦ σταυροῦ. Ἡν εἶπεν ὁ Δαυὶδ· Ἀναβὰς εἰς ὕψος ἡχμαλώτευσεν αἰχμαλωσίαν. —Ἔβδομηκοντα ἑβδομάδες συνετεμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν· τοῦτ' ἐστι, νῦν ἐπὶ ἰουδαίων τῷ λαῷ τῶν Ἰουδαίων, ἵνα ἐὰν μὴ μετανοήσωσιν εἰς τὴν τοῦ Σωτῆρος ἐπιθυμίαν, σὺν τῇ πόλει αὐτῶν, τῇ ποτε ἁγίᾳ, ἀπόλωνται. Τὴν δὲ ἐπομένην χάριν τοῖς πιστεύσουσιν εἰς τὸν Σωτῆρα ἐφεξῆς διηγείται ὁ ἄγγελος, καὶ λέγει οὕτω· Τοῦ συντελεσθῆναι ἁμαρτίαν, καὶ σφραγίσαι ἀμαρτίαν. Τὴν συντελεσμένην ἁμαρτίαν, τὴν ἀπὸ τοῦ Ἁδὰμ ἕως τοῦ Σωτῆρος βασιλεύσασαν ἐφ' ἡμᾶς λέγει, ἣν οὐκ ἴσχυσεν ὁ νόμος περιᾶραι· ἀλλ' αὐτὸς ὁ Σω· τὴρ ταύτης ἡμᾶς ἠλευθέρωσε διὰ τοῦ ἁγίου ὑπὲρ ἡμῶν μώλωπος. Τῷ γὰρ μώλωπι αὐτοῦ ἡμῖς ἰάθημεν. Ὀπερ διδάσκων ἡμᾶς ὁ Ἀπόστολος φησὶ· Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας ἀνέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ αὐτοῦ (8). Ὅτι δὲ καὶ τὰς λοιπὰς ἡμῶν ἀνομίας καὶ ἀσεβείας, ἃς ἐποιήσαμεν μετὰ τὴν κατάκρισιν τὴν διὰ τοῦ Ἁδὰμ, ἀπαλείψαι ἐμελλε διὰ τοῦ λουτροῦ τῆς παλιγνεσίας, καλὰ φησιν ὁ Ἀπόστολος· Ἐξελείψας τὸ καθ' ἡμῶν χειρόγραφον, ὃ ἦν ὑπὲρ ἡμῶν· καὶ τοῦτο ἤρκεν ἐκ τοῦ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ· λέγει οὕτως ὁ ἄγγελος· Καὶ τοῦ σφραγίσαι ἁμαρτίαν· καὶ ἀπαλείψαι ἁμαρτίαν· καὶ τοῦ ἐξιλᾶσθαι τὴν ἀδικίαν. Εἶτα τὴν αὐτοῦ τοῦ Κυρίου ἐπιφάνειαν δηλοῖ λέγων· Καὶ τοῦ ἀναγαγεῖν δικαιοσύνην αἰώνιον, οὐχ ἁλλὴν οὖσαν τοῦ Σωτῆρος, καθὰ φησιν ὁ Δαυὶδ περὶ τοῦ ἁγίου αὐτοῦ ναοῦ, ὃς ἔσται ἐκ σπέρματος αὐτοῦ τοῦ Δαυὶδ, καὶ τῆς συναρθέσεως τῷ ναῷ θεότητος· Ἔλεος καὶ ἀλήθεια συνῃτήσατο, δικαιοσύνη καὶ εἰρήνη κατεξῆληψαν. Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν. Καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκνυγερ. Εἶτα ἐφεξῆς λέγει ὁ ἄγγελος· Καὶ σφραγίσει ὁρασιν καὶ προ-