Ancient Greek
225.2
Basilius, Sermones Xli 225.2
Unproofread scanNot analysed yet
ἡτήρη. Τὸ δὲ σφραγίσαι, τὸ καταπαῦσαι λέγει τὰς δράσεις καὶ τὰς προφητείας, τὰς περὶ τῆς ἐπιδημίας τοῦ Σωτῆρος. Εἶτα πάλιν λέγει περὶ αὐτοῦ τοῦ Σωτῆρος· Καὶ τοῦ χρίσαι Ἅγιον ἅγιον. Ταύτην γὰρ τὴν χρίσιν περὶ τοῦ Σωτῆρος προφητεύσιν καὶ ὁ Δαυὶδ ἔλεγεν· Ἡγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεὸς σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Καὶ πάλιν· Εἶδον Δαυὶδ τὸν δοῦλόν μου, ἐν ἑλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν. Καθὼς καὶ αὐτὸς ὁ Σωτὴρ περὶ ἑαυτοῦ διὰ τοῦ προφήτου Ἠσαίου φησι· Πνεῦμα Κυρίου ἐπ' ἐμέ, οὗ ἔνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς (9) ἀπ-