Ancient Greek
227.2
Basilius, Sermones Xli 227.2
Unproofread scanNot analysed yet
δ. Εἶτα ἐφεξῆς λέγει οὕτως· Καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος καταπαύσει θυσιαστήρια καὶ θυσίας, ἕως πτερυγίου ἀπὸ ἀφανισμοῦ, καὶ ἕως συντελείας καὶ σπονδῆς τάξει ἀφανισμοῦ. Τὸ δὲ λέγειν, ἡμίσει ἑβδομάδος, ἐν ᾧ κατέπαυσεν τὰ θυσιαστήρια καὶ τὰς θυσίας, ἐγένετο οὕτως. Τῷ γὰρ τετάρτῳ ἔτει μετὰ τὴν ἀνάληψιν τοῦ Σωτῆρος, τελευτήσαντος Τιβερίου, διαδεξάμενος, εἰκόνα Αὐγούστου Ἱεροσολύμοις ἔθετο, ἐφ’ ἧς ἔγραψεν·