Ancient Greek
23.1
Basilius, Sermones Xli 23.1
Unproofread scanNot analysed yet
A εἰκόνα ἡμετέραν καὶ κατ' ὁμοίωσιν. Μία μὲν εἰκών ἡ πλαστούμενη, οὐχ ἑνὸς δὲ προσώπου μνήμη, ἀλλὰ τριῶν ὑποστάσεων κοινὸν γὰρ τῆς θεότητος δημιουργημα τὸ πλαττόμενον. Τριάδα μὲν ἐμφαίνει τὸν πλάττοντα, μίαν δὲ εἰκόνα τῆς Τριάδος ὑπάρχουσαν. Εἰ δὲ μία τῆς Τριάδος ἡ εἰκών, μία τῶν τριῶν ὑποστάσεων ἡ φύσις. Τὸ γὰρ ταυτὸν τῆς οὐσίας τῆς εἰκόνος ἐνότης κηρύττει. Πῶς γὰρ ἐν εἰκόνι μιᾷ διαφορὰ τῆς ἀρχετύπου φύσεως εὑρεθήσεται; Μία θεότης, μίαν ἑαυτῆς εἰκόνα κατὰ τὴν φύσιν ἀνέστησε. Διὰ τοῦτο τὸν εἰκόνος ἀξίαν τιμηθέντα, καὶ αὐτὴ τῇ κατασκευῇ τῆς πλάσεως κατεκόσμησε. Τὰ μὲν γὰρ ἄλλα τῶν ζῴων τῷ ὅλῳ σώματι τὴν γῆν ἐπισύρεται, οὐ βαδίζειν, ἀλλ' ἑρπεῖν κατρωθέντα νόμῳ τῆς φύσεως, ἢ πρὸς τὴν γῆν κατακλίντα, τῷ μηδεὶα κλῆρον ἔχειν ἐν οὐρανῷ διὰ τοῦ σχήματος μαρτυρούμενα. Ἄνθρωπος δὲ μόνος ἐμφαίνει διὰ τῆς πλάσεως τὴν εὐγένειαν. Ὄρθιος πρὸς οὐρανὸν ἀνατείνεται· ποσὶ μὲν ψαύων τῆς γῆς, ὡς ἐν αὐτῇ τινὸς στρεφόμενος· τῷ δὲ προσώπῳ πρὸς οὐρανούς ἀψίδια, αἱρόμενος. Ἦδη δὲ καὶ χεῖρας ἐκτείνων, τὴν ἐν οὐρανῷ πατρίδα φαντάζεται, τὴν τοῦ Παύλου πρὸ τοῦ Παύλου φωνὴν ἀνακράζων· Ἡμῶν τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. Ὡς ἐν θρόνῳ καθεισμένος, δείκνυσιν ἔργοις διὰ τῆς ἀξίας τὴν εἰκόνα τοῦ Κτίσαντος, τοῖς πράγμασιν ὡς χρώμασι τὸν πεποιηκότα μιμούμενος. Κτίζειν γὰρ καὶ οὗτος ἐπιχειρεῖ, καὶ δημιουργεῖν ἐπιθυμεῖ, καὶ οἴκον συμπήγνυται, καὶ σκάφος τεκταινεται, καὶ κλίνας ἀρμόζεται, καὶ τράπεζαν πηγνύται, καὶ παίζων ἐν τῇ κτήσει τὰς χεῖρας μιμεῖται τοῦ Πλάστου. Πάλιν ἄνθρωπος πατὴρ γίνεται, καὶ υἱὸς ἀποτίττεται τοῖς θείοις μόνοις τετιμημένος ἀξιώμασι καὶ ὀνόμασι, καὶ τὸν ἀχρόνον Πατέρα χρόνῳ καὶ κλήσει μιμεῖται (11), καὶ υἱὸς μετ' ὠδῖνας ἐπωνομάζεται, τὸν ἀπαθῶς Υἱὸν εἰκονίζων ἐν πάθεσι. Πάλιν βασιλεύς ἀληθής, καὶ νομοθέτης Θεός, Ὁ μὲν μὲν μυριάδες λειτουργοῦσιν ἀγγέλων, μύρια δὲ μυριάδες πειθαρχοῦσι προστάττοντι. Δείκνυσι δὲ καὶ οὗτος ἐν ὑπηκόοις κράτος, καὶ συνέχει νόμοις στρατόπεδον, καὶ δικάζει τοῖς ἀνθρώπων πλημμελήμασιν ἄνθρωπος, καὶ λόγον ἐκφέρει, καὶ ἀποφάσει σεμνύνεται (12) ἐν τῇ τῶν πραγμάτων σκῇ· τὸν ἀληθῆ