Ancient Greek
231.2
Basilius, Sermones Xli 231.2
Unproofread scanNot analysed yet
Ὁμοίως δὲ βασιλεύσαντος καὶ τοῦ καλουμένου Μαγούσεου (37) κεχωλύται ἡ οἰκοδομὴ ἔτος α'. Τῷ δὲ δευτέρῳ ἔτει τῆς βασιλείας Δαρείου μετὰ Μαγούσεον ἐπιτραπέντες πάλιν οἰκοδομεῖν κατὰ παράκλησιν Ζοροβάβελ, συνετέλεσαν τὸν ναὸν ἔτει θ' Δαρείου, μηνὶ δευτέρῳ, τρίτῃ καὶ εἰκάδι, ὡς εἶναι ὁμοῦ καὶ τῆς οἰκοδομῆς τοῦ ναοῦ μζ', οὕτω· Κύρου ἔτη λ'. Καμβύσου ἔτη γ'. Μαγούσεου ἔτος ἐν'. Δαρείου ἔτη θ'. Ὅπερ εἴδοτε, Ἰουδαῖοι ἔλεγον τῷ Σωτῆρι· Τεσσαράκοντα καὶ ζ' ἔτεσιν ὡκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ τρισὶν ἡμέραις ἐγείρεις αὐτόν; Μετὰ δὲ τὴν τοῦ ναοῦ οἰκοδομὴν περιζήσαντος Δαρείου ἔσπερα ἔτη κγ', ἐπέμειναν οἰκοδομοῦντες τὰ προτειχίσματα. Τὰ δὲ περὶ τῆς Ἱερουσαλὴμ (38) ἔθν' οὐ μόνον ἐκώλυν τὴν οἰκοδομὴν τοῦ προτειχίσματος, καὶ τὰ ὡκοδομημένα κατέστρεφον, ἀλλὰ καὶ συνεχῶς αὐτοὺς διήρπαζον, καὶ ἔξημαλώτιζον, καὶ ἀπέκτενον ἕως κε' ἔτους τῆς βασιλείας Ξέρξου. Νεεμίας δὲ τις ἐκ γένους Ἰουδαϊκοῦ, ἀρχιποτὸς Ξέρξου τοῦ βασιλέως, τοῦτο μαθὼν ἐν Περσίδι, παρὰ τῶν Ἰουδαίων τῶν περιπεδησάντων ἐκεῖσε, ἔδεδετο τοῦ βασιλέως Ξέρξου ἐν τῷ κε' ἔτει τῆς βασιλείας αὐτοῦ εἰσελθεῖν καὶ οἰκοδομῆσαι τὰ λείψανα τοῦ τείχους τῆς Ἱερουσαλὴμ. Καὶ λαβὼν ἔξουσίαν, περισταὶς τοὺς τόπους, συνετέλεσε τὸ τεῖχος μετὰ σπουδῆς πολλῆς τῷ κη' ἔτει Ξέρξου τοῦ βασιλέως μηνὶ ἐνάτῳ, ὡς εἶναι τὰ πάντα ἔτη τῆς οἰκοδομῆς τῆς Ἱερουσαλὴμ ρ', οὕτως· Ἀπὸ μὲν πρώτου ἔτους Κύρου ἕως θ' ἔτους Δαρείου, ὅτε ὁ ναὸς συνετελέσθη, ἔτη μζ', ὡς πρόκειται. Ἀπὸ δὲ ι' Δαρείου, ἕως κη' Ξέρξου ἔτη νε' παρὰ μῆνας τρεῖς. Ὁμοῦ τὰ τῆς οἰκοδομῆς Ἱερουσαλὴμ κατὰ Ἰώσηπον ἔτη ρ'. Τὰ δὲ ἀπὸ τῆς οἰκοδομῆς Ἱερουσαλὴμ ἕως τῆς ἀναλήψεως τοῦ Σωτῆρος· ἔτη νπγ' (39)· καθά φησιν ὁ ἄγγελος· Ἀπὸ τοῦ οἰκοδομηθῆναι τὴν Ἱερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου ἐβδομάδες ζ', καὶ ἐβδομάδες ἕξ'. Ἄπερ ἐγένετο οὕτως· Μετὰ γὰρ τὴν οἰκοδομὴν τῆς Ἱερουσαλὴμ ἐβασίλευσεν