Ancient Greek
237.1
Basilius, Sermones Xli 237.1
Unproofread scanNot analysed yet
A Τριὰς ἐν Μονάδι γνωσκομένη, καὶ Μονὰς ἐν Τριάδι προσκυνοῦμένη. Ταύτης δὲ τῆς ὑπεράτης δόξης κατ' εἰκόνα γεγονὼς ὁ ἄνθρωπος, ὀσφειδὲ ἐπλούτει μαρμαρυγῶν. Ἀλλὰ τῆς ἁμαρτίας ὁ ῥύπος τὸ τοιοῦτον ἠμαύρωσε. κάλως· καὶ πρὸς τὸ κτηνώδες ἡμᾶς μετεμόρφωσεν εἶδος. Ὦς φησι καὶ Δαυὶδ πού ὁ ὑμνολόγος · Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε · παρεσυνελήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Μᾶλλον δὲ καὶ τῆς τοῦτων ἐξέσεως ὁμοιώσεως, κατὰ τὸ γεγραμμένον · Ἔγνω βοῦς τὸν κτησάμενον (55), καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ · Ἰσραὴλ δὲ με οὐκ ἔγνω, καὶ ὁ λαὸς μου οὐ συνῆκε. Πολλοῖς δὲ σωφρονισθέντες τρόποις, πρὸς τὸ χρεῖοντα ζωὴν οὐκ ἐπανῆλθομεν, τοῖς πονηροῖς μᾶλλον χαίροντες πολιτεύεσθαι. Καὶ τούτων οὕτως παρ' ἡμῶν γινομένων, οὐκ ἀπεστράφη τοὺς δούλους ὁ δεσπότης · ἀλλὰ μνησθεὶς τῶν ἰδίων οἰκτιρμῶν ὁ μηδέποτε τούτων ἐπιλαθόμενος, πρὸς μείζονα κινεῖται φιλανθρωπίας ὑπερβολὴν κατὰ τὸ γεγραμμένον · Ὁπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Ὡς γὰρ εἶδεν ἀπογνωσθέντας ἡμᾶς, καὶ τὴν ἐξ ἔργων ἀπόσιν βοήθειαν, μᾶλλον δὲ τὴν ἐξ ἔργων παροῦσαν ἀπόλειψιν, καὶ τὸ λείπον ὑπάρχειν οὐδὲν εἰς τὸ γενέσθαι πάντα οὐδέν, πεισθὼν τι συμπαθὲς, εἰ δεῖ τοῦτο εἰπεῖν, ὁ κατὰ φύσιν ἀπαθὴς, καὶ τὴν ὀφειλομένην δικαίως ὀργὴν εἰς οὐχ ὀφειλομένην ἀλλάττει στοργὴν. Ὧθεν ἀποστέλλει πρὸς τὴν καταφθαρῆσαν εἰκόνα, τὸν τῆς εἰκόνος ποιητήν, ἀναμορφῶσαι ταύτην χρώμασιν ἀγαθότητος. Διὰ τοῦτο μορφὴν ἔλαβε δούλου ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων, ἵνα τοὺς δούλους τῆς ἁμαρτίας ἐλευθερώσας, εἰς τὴν προτέραν εὐγένειαν ἐπαναγάγῃ, καὶ τοῦ ἐπουρανίου Πατρὸς υἱοὺς ἀναδείξῃ, τῇ κατ' αὐτὸν εἰκόνι πάλιν συμμορφωθέντας. Ὧσοι γὰρ ἔλαβον αὐτόν, φησὶ, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Καὶ μοι τῶν παρόντων ἐγκαλεῖτω μηδεὶς, ὡς ἄλλα μὲν ἐν προοιμίοις ὑποσχόμενος, πρὸς ἄλλα δὲ νῦν ἀπαγομένως · δι' ὃν γὰρ τὸν εὐεργέτην δοξάζομεν, καὶ τὴν αὐτοῦ μητέρα συνοδοξάζομεν · πρὸς αὐτὸν οὖν αὐθὶς ὁ λόγος ἐπαντεῖν.