Ancient Greek
238.2
Basilius, Sermones Xli 238.2
Unproofread scanNot analysed yet
δ. Ενταυθα του λογου γενομενος, και προς τον Οι δη του γραπτες πατερων εδεν ελυονται. πλοῦτον ἀορῶν τοῦ θαύματος, ἀφωνός τις ὑπ' ἐκπλήξεως γίνομαι · οὐχ εὑρίσκω γὰρ λόγους ἰσορρόπους τοῖς πράγμασι. Πῶς παραδόξως ὠνηθὼν τὴν παραδόξον χάριν · πῶς τὴν πηγὴν τῆς φιλανθρωπίας δοξάσω · πῶς τὸν ποταμὸν τῆς φιλανθρωπίας χρυῶ · πῶς παρθενικοῦ κατατολμῶν πελάγους καὶ βυθὸν ἀνερευνῶν μυστηρίου μεγάλου, εἰ μὴ σύ με διδάξης, ἡ Θεοτόκος, οἷον τινὰ κολυμβῆτην ἀπειρον, ἀποδύσασθαι τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης ; εἶτα τὸ στόμα τῆς διανοίας ἐλέους πληρώσασα (60), πρὸς τὸ βάθος καταδύναι τῆς σῆς κυοφορίας · ὡς ἂν ᾖω τὸ στέλεχος σου περιλαμπόμενον, εὑρὼν τὸν ἐν σοὶ τῆς ἀληθείας μαργαρίτην; Καὶ μοι συγγωνίζου πρὸς τὴν ταύτης κατάληψιν, ἵνα διδάχῃς παρὰ σοῦ, λέγειν δυνήω περὶ σοῦ, οὐχὶ πῶς ἐκεῖς σαρκωθέντα τὸν Λόγον · ὑπὲρ τὸ πῶς (61) γὰρ ἐστιν ὁ τοῦ τόκου μου τρόπος · ἀλλ' ὅτι καὶ μήτηρ γέγονας, καὶ παρθένος ἔμεινας · ὥσπερ ὁ τεχθεὶς ἐκ σοῦ ἀνθρώπος γέγονεν ἀκωλῶς, καὶ θεὸς ἔμεινεν ἀληθῶς, ἐπανορθῶνμενος τὸ πλάσμα τῶν ἰδίων χειρῶν · αὐτὸς γὰρ ἐστιν ὁ καὶ καταρχὰς τὸν ἄνθρωπον διαπλάσας, ἐπ' ἐσχάτων τῶν ἡμερῶν δι' ἑαυτοῦ ἀναπλάσας, αὐτὸς λαβὼν γοῦν τὸν Ἄδαμ ἀπὸ τῆς γῆς κατεσκεύασε, καὶ τῇ παρ' αὐτοῦ ἐμπνεύσει τοῦτον ἐψύχωσεν · ἀλλ' οὐχ ἔδειξεν αὐτῷ τῆς πλάσεως τὸν τρόπον, προαναστέλλων αὐτοῦ τὸ περίεργον ὀρέγος · ἵνα πηλοῦ καὶ ψυχῆς γνῶνὼν τὴν σύνθεσιν, μηδὲ Θεοῦ καὶ σαρκὸς ἐρευνήσῃ τὴν ἕνωσιν, μονοσυχὴ λέγων αὐτῷ · Μὴ πρὸς οὐρανὸν ὡψώθηναι τολμήσεις, χαμαίπτερος ὑπάρχων. Γνῶθι σαυτόν, πῶς ἐπλάσθης, πῶς ἐμορφώθης, πῶς ἐψυχώθης, πῶς ἐν τῷ σώματί σου κατοική τὸ ἀσώματον. Ἄρα πᾶσι τοῖς τοῦτο συνεκτείνεται μέλεσιν, ἢ ἐνὶ μόνῳ περιέρχεται συνεσλούμενον; Ἄλλ' εἰ μὲν ἐκτείνεται, πολὺ τὸ ἀνθρώπουσωμάτων γὰρ ἴδιόν ἐστι τὸ ἐκτείνεσθαι · τὴν δὲ ψυχὴν ἀπαντες οἴδαμεν ἀσώματον. Εἰ δὲ γε συστρέλλεται πλεῖον ἀνοητέρον · οὐ γὰρ σῶμα μόνον ἐξρύθησεται· τὸ ἀσώματον (62), εἴπερ ἐν τινὶ μέρει συστρέλεται τοῦ σώματος, ἀλλὰ καὶ τὰ λοιπὰ μέλη νεκρὰ δεῖχθήσεται τῆς ζωοποιούσης ἀφεστηκότα ψυχῆς.