Ancient Greek
29.2 to 30.38
Basilius, Sermones Xli 29.2-30.38
Unproofread scanNot analysed yet
Ἀλλᾷ σιωπῇ σωφρονίζει τὸν βίον· A τὸν Κύριον τῆς φύσεως, ἀκολασίας ὁδοὺς ἐκτραπώμεθα. Μὴ καθυβρίζωμεν σμυρότητα πλάσεως μολυσμῷ προαιρέσεως. Ἀγαπήσωμεν τὴν ἀπλήκτον τιμὴ τῷ γένος τιμήσαντα· ἀσπαζώμεν ὡς φιλάνθρωπον, καὶ τιμήσωμεν ὡς φιλότιμον. Μὴ βυπώσωμεν τὴν ἀξίαν ἀναξίους ἐπιτηδεύμασι. Χερὶ Θεοῦ διεπλάσθη- μεν· μὴ ἀμαυροῦσωμε τὴν κάλλος τῆς πλάσεως τῇ κακίᾳ τῶν πράξεων· μὴ τῇ παραβάσει τῶν πραγμάτων τὸν Δημιουργὸν καθυβρίζωμεν· μὴ δώμεν ὕλας τῷ πυρί, τῷ ὧρει πειθόμενοι· μὴ πάθωμεν, ὅ πέπονθε τοῦ γένους ἡ ρίζα. Ἄλλὰ νῦν μὲν ἐπισχόμεν τοῦ λόγου τὸν δρόμον, διὰ τὸν τῆς ἄκοης χρόνον. Συμπραττούσης δὲ τῆς χάριτος, τὸ λοιπὸν τῆς ἱστορίας προσθήσωμεν· ἵνα μάθωμεν οἷον ὑπῆνε δρᾶμα κατὰ τοῦ πρωτοπλάστου ὁ διάβολος, καὶ μαθόντες ἂ πίσθη, τοῖς ἐκείνου σωφρονιζώμεθα πάθεσι· θερμοτέρῃ δὲ πόθῳ Χριστὸν ἀγαπήσωμεν, ὅρ' οὐ καὶ ὁ πρώην ἀνέστη, καὶ ὁ βαλὼν καταβέβληται, χάριτι αὐτοῦ τοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. B ΛΟΓΟΣ Γ'. Τοῦ αὐτοῦ εἰς τὸν Ἄδάμ. a Οἶδα χρεώστην ἐμαυτὸν τῆς κατὰ τὸν Ἄδὰμ ἐδιδάχθαι χειρογραφήσεως, καὶ τὸ χρέος ἐπινιώ- σκων, τῷ μεγέθει τοῦ χρέους ταράττομαι. Ἄλλ' ἰσχυρότερ σφοδροὶ μὲν ὑμεῖς ἐρασταὶ μαθημάτων, καὶ τῆς ὑποχρέσεως ἀπαίτησις φορὸν καθέστηκατε· ἡμεῖς δὲ πρὸς τὴν καταβολὴν ἀσθενεῖς· φέρε, τὸν Δεσπότην Χριστὸν συνεργὸν γενέσθαι πρὸς τὴν ἀπόδοσιν αὐτῶν ἱκετεύσωμεν. Εἰ γὰρ χαίρει τὰ τῶν ἀμαρτιῶν ἔγγραφα σχίζων, πολλῷ πλείον εὐφραίνεται τῇ τῆς διδασκαλίας συγκατάβαλλον ὀφλήματα. Δεῦρο δὲ οὖν, ἀγαπητέ, τῇ κατὰ τὸν Ἄδὰμ συγγραφῇ τὸν νοῦν ἀσχολήσωμεν. Εὐχαιρος γὰρ ἡ περὶ τούτου κατὰ νηστείαν διήγησις, ἐπειδὴ καὶ ταύτην ἐν παραδείσω μετὰ τῶν ἄλλων φυτῶν φυλάττειν ὁ Ἄδὰμ ὑπέδεικτο, καὶ τῇ τῆς ἀπολαύσεως ἐξουσίᾳ καὶ ὁ τῆς νηστείας νόμος πρὸς αὐτὸν ὑπεγράφετο. Ἄπὸ παντὸς γὰρ ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει γαρῆ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν