Ancient Greek
47.1
Basilius, Sermones Xli 47.1
Unproofread scanNot analysed yet
A ταχλυσμῶ πάντοθεν πολιορχούμενος, ἀνάλωτος ἔμενεν ὁ τῶν τῆς κτίσεως λειψάνων ταμείας, ὁ φύλαξ τῶν τοῦ Θεοῦ δημιουργημάτων ταχθεὶς, ὁ καθάπερ ἐν ἀκροπόλει τῇ κιβωτῷ σταδιεύσας, ὁ τῆς κτίσεως ναυαγούσης μόνος γαλήνως ὡς διαπλεύσας, ὁ πίστει καὶ ξύλῳ τὸν κατακλυσμὸν διασπῶν. Ὦ παράδοξων πραγμάτων! Πῶς ἡ κιβωτὸς οὐ προσεπέραγε τοῖς ὄρεσιν; Ἐπεφέρετο, φησίν, ἡ κιβωτὸς ἐπάνω τοῦ ὕδατος, ἐποχούμενη τοῖς κύμασιν· οὐκ ἀνατέμνουσα τῶν κυμάτων τὰ βάθη, ἀλλ᾽ ἐπὶ τῶν κυμάτων ὡς ἐπ᾽ ἐδάφους ἱππαζομένη, βάσιν τὸ πέλαγος ἔχουσα, καὶ καθάπερ λεωφόρος ὁ κατακλυσμὸς ὑπεστρώννυτο. Τοῦτο πίστεως ὄχημα, τοῦτο φύσεως φυλακτήριον. Ὦ κιβωτὸς παραδείσου βεβαιωτέρα! Ἐκεῖ μὲν γὰρ ὅρις συνέπλεεν (80), ἔκει ξύλον θανάτου γέγονεν ὄργανον· ἐνταῦθα ξύλον σωτηρίας πηδαλίον. Ἐκεῖ τὸν Ἄδαμ παραβάτην ἐδίδαξεν· ἐνταῦθα πρόσφυγὴ τῷ Νῶε προσφέρεται. Ὦ πρόγονε τοῦ γένους, τοῦ Ἄδαμ τιμιώτερε! ὡ τῆς θείας εἰκόνος βεβαιώτερε φύλαξ! ὡ τέλος ὁμοῦ καὶ ἀρχὴ τῆς φύσεως γενόμενε! ὡ μακάριον ἀγαθὸν ἀνθρωπότητος! ὡ τῆς θείας ἀγαθότητος ἐγγυητὴς φανεὶς ἀσφαλέστερος! ὡ στῆσας κατάραον κατὰ τοῦ γένους δύσευοσαν! ὡ πηγὴς ἀπειθείας, καὶ ρίζα γενόμενος πίστεως! ὡ τῶν τῆς εἰκόνος χαρακτήρας ἀπαλειφέντα· ἀνακτισάμενε! ὡ τῆς τοῦ Θεοῦ δημιουργίας τηρήσας τὰ σπέρματα! ὡ τῆς ἀφορμῆς τῆς φύσεως ἐν σαυτῷ κατασχὼν! ὡ σθενύμενον ἀνάλας τὸν σπινθῆρα τῆς φύσεως! ὡ κατακλυσμοῦ βιαιώτερε! ὡ πίστεως βεβαιότατε φύλαξ· σὺ γὰρ κατακλυσθείσης ἡπείρου, τὸ πέλαγος ὡς ἡπειρὸν ἐκτισας; (81), ἔστησας διὰ θυσίαν κατακλυσμοῦ δευτέρου τὸν φόβον, ἐδέξω παρὰ Θεοῦ τῆς ὑστερον ἀσφαλείας ἐνέχυρα, ἐρῶσας φθοροποιοῦ προσδοκίας τὴν κτίσιν, ἐδείξας Θεῷ ἐραστὴν εὐσεβείας, ἐφάνης Θεῷ διὰ πίστεως τιμιώτερος. Ὦ παιδευτὴς ἀρετῆς τοῖς ἀνθρώποις γενόμενε! ὡ διδάξας ἀνθρώπους ποίοις τὸ Θείον δοξάζεται. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.