Ancient Greek
61.2
Basilius, Sermones Xli 61.2
Unproofread scanNot analysed yet
ΛΟΓΟΣ Η' Τοῦ αὐτοῦ εἰς τὸν Ἰωσήφ. α'. Τοὶς μὲν τὰ μακρὰ πελάγη διαπεροῦσιν αἱ τῶν περιφανεστέρων κινήσεις ἀστρων πρὸς τὴν δρόμον γίνονται σύνθημα· καὶ κυβερνήτης, ἐπιβάλλων τῷ πηδαλίῳ, τὸ βλέμμα τείνει πρὸς οὐρανόν, τοῖς τῶν ἀστέρων κινήμασι ἡγούμενος τὴν ὀλκάδα, καὶ τὸν πε-λάγιον δρόμον τῷ κατ' οὐρανὸν φέγγει συνελίσσων πρὸς λιμένα; ἐπιζέται. Οἱ δὲ τοῦ βίου τὴν θάλατταν καλῶς σταδιεύειν θέλοντες, καὶ πολιτείας ἐνθέου τέμνειν ποθοῦντες τὰ κύματα, οὐχ εἰς ἀστέρας ὁρῶ-σιν, ἀλλὰ πρὸς τὸν τῶν δικαίων ἀφορῶσι χορόν, καὶ τοὺς τούτων ἤθειας, τοὺς τῆς πολιτείας ἐπερείδοντες βήμασι, τὴν ἑαυτῶν ζωὴν ἀπευθύνουσιν. Οὐ γὰρ το-