Ancient Greek
71.1 to 71.40
Basilius, Sermones Xli 71.1-40
Unproofread scanNot analysed yet
A Ἄλλα καὶ χεῖρας ἐπέβαλεν ὀπλισμένας τοῖς πάθεσι. Παρῆν δὲ συναγωνιστὴς τῷ γυναικὸν διάβολος, ὁ τῆς μοιχείας ἀγωνιστής, καὶ τῆς ἀκολασίας νυμφαγωγός· ἠγνοε δὲ ἄρα πρὸς ἀθλητὴν σωφροσύνης παλαιῶν. Τῇ κρατουσῇ χειρὶ τὸν κρατούμενον χιτῶνα προσφέρεις, τὰς ἀκολασίας διαδιδράσκει λαβὰς, ὀπλῶ τῇ φυγῇ πρὸς ἀριστεύειν χρησάμενος· καὶ γίνεται τοῦ χιτῶνος προδότης, ἵνα φύλαξ γένηται σωφροσύνης· καὶ τρέχει γυμνὸς ἀριστεύς τὸν ὑπὲρ ἀρετῆς ἀγῶνα δραμὼν· καὶ γυμνοῦται χιτῶνος, ἵνα μὴ γυμνωθῇ σωφροσύνης. Τῷ δὲ γυναικὶ συντηθεὶς ὁ στρατηγὸς τῆς ἀκολασίας (52) διάβολος, ἑτέρου πάλιν ὀπλίζεται, καὶ πρὸς θυμὸν μετασκευάζεται τὸ φίλτρον· καὶ χαλκεύει τὸν πόδον εἰς ὀπλον, καὶ γλῶτταν ἐγείρει κατηγορον, καὶ χιτῶνα δεῖκνα πιστεύεται. B Ὦ παραδόξου συκοφαντείας, καὶ ἀνοίας βαρβαρικῆς! Χιτῶνα φέροντα τῶν χειρῶν τὸν κατηγορον (53), γλώττῃ κατηγορούσῃ πιστεύεται· καὶ τὸ δεσμωτήριον εἶχεν ὁ Ἰωσὴφ, οἰκέτης ὁμοῦ καὶ δεσμώτης γεγόνως. Ἄλλα τοσούτοις περιστάσεως κύμασιν ὁ νέος ἀντιλύμενος, τὴν ψυχὴν ἀνάλως ἐμεινεν. Οὐ γὰρ ἀφῆκε φωνὴν δυσχερῆ, τὴν θείαν κηδεμονίαν καταμεμφόμενος· αὐταί, λέγων, τῆς ἀρετῆς αἱ ἀμοιβαί; Οὕτως ὁ τῆς σωφροσύνης καρπός; Οὕτως μοι τῆς εἰς πατέρα θεραπείας μισθός; Βασκανία, καὶ πρᾶσις, καὶ παρὰ βαρβάροις δουλεία; καὶ οἷος τὸ δεσμωτήριον, καὶ σιδηρῶν κατάδικος; Καὶ τῆς μοιχείας τὴν πράξιν νικήσαντες, τῇ τῆς μοιχείας τιμωρίᾳ τηρούμεθα; Τοιούτων οὐδὲν διὰ γλώττης ἐφθέγγετο, ἀλλὰ πᾶσιν ὑπομονὴν ἀντιτάζας, εὐχαριστῶν γνώμῃ τοὺς κινδύνους ὑπέφερε· καὶ σιωπῶν κατεδίκάζετο, τῷ δικαίῳ κριτῇ τὴν κρίσιν ταμειεύ- μενος, καὶ σιωπῶν ἐπαίδευε γλώτταν, ὀφθαλμοῖς ἀθανάτοις τὴν δίκην πιστεύσας. C γ. Εἰ τοῦτο θαυμάζεις, ἀγαπητέ, τὸ μεῖζον ἐκ- πλήγθητι. Ὄρα γὰρ τοῦ νέου μακροθυμίαν· ὅρα φιλοσοφίας ἐτέρας ἀκρότητα, ἵνα καὶ σὺ τὴν γνώμην μιμούμενος ἀρέσῃ τῷ κτίσαντι. Τοιαῦτα γὰρ πεπονθώς, οὐδὲ ῥήματι τοὺς θλιψκτάς ἡμύνετο, οὐδὲ φωνὴν ἀφῆκε πικρὰν, κατὰ τῶν συμφορῶν αὐτῶν περιβαλλόντων πικραῖς. Τοῖς γὰρ παρὰ τοῦ βασιλέως μὲν δεσμοταῖς ἐν τῷ δεσμωτηρίῳ συνδιέτριβεν· οἷς