Ancient Greek
88.1 to 88.39
Basilius, Sermones Xli 88.1-39
Unproofread scanNot analysed yet
τὴν τῶν μυστηρίων ἐπιγνοῖαν, αἱρετικῶν στίφος ἀν- τιῴσαντι μάχεται, τὸν Δημιουργὸν ὑπουργὸν ὀνομάζοντες, καὶ δοῦλον τὸν Δεσπότην προσαγορεύοντες. Ἕτεροι δὲ τὸν πρὸς τὸ Πνεῦμα πόλεμον ἀνέδειξαντο, καὶ φέροντες ὄνομα τῆς μάχης τὸ σύμβολον (72). Ἕτεροι γίνεσθαι Θεὸν ἐφαντάσθησαν ἀνθρώπων, δι' ἑτέρας ὁδοῦ πρὸς κτίσματος φύσιν τὸν Κτίστην κατάγοντες, τὴν τῆς σαρκὸς λήψιν, γένεσιν τοῦ λαβόντος ὁπολαμβάνοντες, καὶ πάθεσιν ἀνθρωπίνοις τὴν ἀπαθῆ καταδικάζοντες. Ἄλλ' ἡμεῖς τὴν τοῦ μακαρίου Παύλου σαφῶς πρὸς αὐτοὺς ἀναδοῦμεν φωνήν· Ὁς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο, τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἐαυτὸν ἐκένωσεν μορφὴν δοῦλου λαβών. Λαβὼν δι' ἡμῶν, οὐ γενόμενος καθ' ἡμᾶς. Μείνῃκε γὰρ ὁ ἦν, λαβὼν δ' οὐχ ἦν τοῦ Ἐαγγελοῦ λέγοντος· Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, Δηλονότι, ὁ οὐκ ἦν ἐγένετο, μένας ὅπερ ἦν. Καὶ οὕτω δογματίζεται τοῖς Θεοφόροις κατὰ τὸν εἰπόντα προφήτην· Σὺ δὲ σ' αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Αὐτὴ ἡ δόξα εἰ τοὺς αἰῶνας. Ἀμήν. ΛΟΓΟΣ Γ. Τοῦ αὐτοῦ εἰς τὸν προφήτην Ἠλισαῖον, καὶ εἰς τὴν Σουναμιτίδα. α'. Τῶν προφητῶν οἱ μὲν λόγῳ τὸν Χριστὸν προεκήρυξαν, οἱ δὲ ταχαι' αὐτὸν ἔργοις ὑπέδειξαν· ἄλλοι τῆς οἰκονομίας τύποι ἐγένοντο, ὡς ἐν ἀκιαγραφίᾳ τὴν εἰκόνα προδεικνύντες τοῦ μέλλοντος. Καὶ λόγῳ μὲν αὐτὸν προεκήρυξαν Ἠσαΐας, Ἰερεμίας, Ἰεζεκιήλ, καὶ οἱ δώδεκα σὺν αὐτοῖς· ἔργοις δὲ αὐτὸν ὑπέδειξαν Ἠλίας ὁ Θεσβίτης, καὶ Ἠλισσαῖος ὁ μαθητὴς αὐτοῦ. Τύποι δὲ τῆς οἰκονομίας ἐγένοντο Ἰωνᾶς ὁ προφήτης. . . (73). Ὡσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Καὶ τῶς τὰ κατὰ τὸν Ἰωνᾶν ὑπερέμενοι, καὶ τὸν Ἠλίαν ἐν δευτέρᾳ διδασκαλίᾳ φυλάξαντες, τὸν Ἠλισ- σαῖον παραγάγωμεν εἰς μέσον (74), καὶ ζητήσωμεν διὰ τί τὸν υἱὸν τῆς Σουναμιτίδος μὴ διὰ προσευχῆς, ὡς ὁ Πέτρος ἀνέστησε τὴν Δορκάδα (75), ἀλλὰ τῷ (73) Μὴ διὰ προσευχῆς, ὡς ὁ Πέτρος ἀνέστησε