Ancient Greek
96.2
Basilius, Sermones Xli 96.2
Unproofread scanNot analysed yet
γ’. Ἀλλ’ ὁ μὲν χρόνος καὶ οὗτος ἐπερίτευε, καὶ ὁ λιμὸς ἐπεκράτει· καὶ ἡ κτεῖσις ἐκεχάλκευτο, ὁ δὲ προφήτης οὐκ ἐσπένδετο. Τί οὖν ποιεῖ τῆς φιλανθρωπίας ἡ πηγή; Τρίτην περιβάλλει μηχανὴν τὸν προφήτην, δι’ ἧς ἠττηθεὶς ὁ Ἠλίας, καὶ ἄκων πρὸς φιλανθρωπίαν καμφθῆ. Νόσος γὰρ ἐν μέσῳ, καὶ ὁ τῆς χήρας υἱὸς ἀνηπτάζετο. Πρόσταγμα Θεοῦ τὴν ψυχὴν ἐκ τοῦ σώματος μεταβαίνειν ἐκέλευε· καὶ περισταται τῷ προφήτῃ ἡ χῆρα· Τί ἐμοὶ καὶ σοί, ἄνθρωπε τοῦ Θεοῦ; ἐσῆλθες πρὸς με ἀναμνήσαι τὰς ἁμαρτίας μου (6), καὶ θανατῶσαι τὸν υἱὸν μου; Εἶδε, φησί, τῷ λῖμῳ προσαπολοίμην· εἶδε φθάσας ὁ θάνατος τῆς τοῦ τέκνου μου τελευτῆς προανήρπασε. Νῦν δὲ μοι χορηγῶν τὴν τροφήν, πρὸς τοιαύτην με θέαν D