Ancient Greek
Play Syn
Bato Comic., Fragmenta 1-2
Not analysed yet
Ἀπολώλεκας τὸ μειράκιόν μου παραλαβών,
ἀκάθαρτε, καὶ πέπεικας ἐλθεῖν εἰς βίον
ἀλλότριον αὐτοῦ, καὶ πότους ἑωθινούς
πίνει διὰ σὲ νῦν πρότερον οὐκ εἰθισμένον.
Β. εἶτ' εἰ μεμάθηκε, δέσποτα, ζῆν ἐγκαλεῖς;
Α. ζῆν δ' ἐστὶ τὸ τοιοῦθ'; Β. ὡς λέγουσιν οἱ σοφοί.
ὁ γοῦν Ἐπίκουρός φησιν εἶναι τἀγαθόν
τὴν ἡδονὴν δήπουθεν. οὐκ ἔστιν δ' ἔχειν
ταύτην ἑτέρωθεν, ἐκ δὲ τοῦ ζῆν παγκάλως
εὔσως ἅπαντας ἦ τυχὸν δώσεις ἐμοί.
Α. ἑόρακας οὖν φιλόσοφον εἰπέ μοί τινα
μεθύοντ' ἐπὶ τούτοις θ' οἷς λέγεις κηλούμενον;
Β. ἅπαντας. οἱ γὰρ τὰς ὀφρῦς ἐπηρκότες
καὶ τὸν φρόνιμον ζητοῦντες ἐν τοῖς περιπάτοις
καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα,
οὕτως ἐπὰν γλαυκίσκος αὐτοῖς παρατεθῇ,
ἴσασιν οὗ δεῖ πρῶτον ἅψασθαι τόπου,
καὶ τὴν κεφαλὴν ζητοῦσιν ὥσπερ πράγματος,
ὥστ' ἐκπεπλῆχθαι πάντας.