Ancient Greek
Play Eue, lines Fragment tit-1
Bato Comic., Fragmenta Fragment tit-3-1
Not analysed yet
ΕΥΕΡΓΕΤΑΙ.
Εὖ γ' ὦ Σιβύνη, τὰς νύκτας οὐ καθεύδομεν,
οὐδ' ἀναγεγράμμεθ', ἀλλὰ κάεται λύχνος,
καὶ βιβλί' ἐν ταῖς χερσί, καὶ φροντίζομεν
τί Σόφων καταλέλοιπ' ἢ τί Σημωνακτίδης
ὁ Χῖος, ἢ Τυνδάριχος ὁ Σικυώνιος,
ἢ Ζωπυρῖνος. Β. αὐτὸς εὕρηκας δὲ τί;
Α. τὰ μέγιστα. Β. ποῖα ταῦτα; Α. τοὺς τεθνηκότας—