Ancient Greek
Dfhg-Source dfhg4_BATON_SINOPENSIS
BATON SINOPENSIS, Fragmenta 1-2
Not analysed yet
Τοὺς γοῦν θεραπευομένους ὑπ ̓ αὐτοῦ τὰς ἱερὰς καλουμένας νόσους, συγγράφεσθαι ἠνάγκαζεν, ὅτι ὑπακούσονται αὐτῷ δοῦλοι περισωθέντες. Καὶ ἠκολούθουν ὁ μέν τις Ἡρακλέους σκευὴν ἔχων, καὶ καλούμενος Ἡρακλῆς (Νικόστρατος δ ̓ ἦν οὗτος, ὁ Ἀργεῖος, ἱερὰν νόσον θεραπευθείς. Μνημονεύει δ ̓ αὐτῶν Ἔφιππος ἐν Πελταστῇ, λέγων ὧδε· Οὐ Μενεκράτης μὲν ἔφασκεν εἶναι Ζεὺς θεὸς, Νικόστρατος δ ̓ ἁργεῖος, ἕτερος Ἡρακλῆς)· ἄλλος δέ τις, ὡς Ἑρμῆς, χλαμύδ ̓ ἔχων κηρύκειον, πρὸς δὲ τούτοις πτερά· ὡς ὁ Ζελείτης Νικαγόρας, ὁ καὶ τῆς πατρίδος τυραννήσας, ὡς ἱστορεῖ Βάτων ἐν τοῖς Περὶ τῶν ἐν Ἐφέσῳ τυράννων.