Ancient Greek
Dfhg-Source dfhg4_BATON_SINOPENSIS
BATON SINOPENSIS, Fragmenta 3
Not analysed yet
Ἱερωνύμου δὲ, τοῦ Συρακοσίων τυράννου, Θράσονα, τὸν Κάρχαρον ἐπικαλούμενον, Βάτων (Κάτων olim edd.) ὁ Σινωπεὺς ἱστορεῖ ἐν τῷ Περὶ τῆς τοῦ Ἱερωνύμου τυραννίδος, προσφέρεσθαι φάσκων αὐτὸν ἑκάστοτε πολὺν ἄκρατον. Τοῦτον δ ̓ ἐποίησεν ἀναιρεθῆναι ὑπὸ τοῦ Ἱερωνύμου ἕτερος κόλαξ Ὦσις ὄνομα· καὶ αὐτὸν δὲ τὸν Ἱερώνυμον ἀνέπεισε διάδημά τε ἀναλαβεῖν, καὶ τὴν πορφύραν καὶ τὴν ἄλλην πᾶσαν διασκευὴν, ἣν ἐφόρει Διονύσιος ὁ τύραννος.