Ancient Greek
5 to 7
BATON SINOPENSIS, Fragmenta 5-7
Not analysed yet
Βάτυος δὲ ἐν δευτέρῴ Ἀττικῶν ἱστοριῶν Πολύδωρον, Ἀνίκητον, Μηκιστόφονον, Πατροκλέα, Τοξόκλειτον, Μενεβρόντην, Χερσίβιον, sc. Herculis e Megara filios recenset. Ὁ δὲ Σινωπεὺς Βάτων αὐτὸν οὐκ ἐθέλειν μάχεσθαί φησι Ἆγιν Ἀράτου κελεύοντος, οὐκ ἐντετυχηκὼς οἷς Ἄρατος γέγραφε περὶ τούτων ἀπολογιζόμενος κτλ. (v. Arati fr. I). Βάτων δ ̓ ὁ Σινωπεὺς ἐν τοῖς Περὶ Ἴωνος τοῦ ποιητοῦ φιλοπότην φησὶ γενέσθαι καὶ ἐρωτικώτατον τὸν Ἴωνα. Καὶ αὐτὸς δὲ ἐν τοῖς ἐλεγείοις ἐρᾶν μὲν ὁμολογεῖ Χρυσίλλης τῆς Κορινθίας, Τελέου δὲ θυγατρός· ἧς καὶ Περικλέα τὸν Ὀλύμπιον ἐρᾶν φησι Τηλεκλείδης ἐν Ἡσιόδοις.