Ancient Greek
545.2
BEROSUS CHALDAEUS, Fragmenta 545.2
Unproofread scanNot analysed yet
ἔτι καὶ νῦν διαφυλάσσεσθαι· τοῦτο δὲ, φησίν, τὸ ζῷον, τὴν μὲν ἡμέραν διατρίβειν μετὰ τῶν ἀνθρώπων, ὑδεμίαν τροφὴν προσφερόμενον, παραδιδόναι τε τοῖς ἀνθρώποις γραμματίων καὶ μαθημάτων καὶ τεχνῶν παντοδαπῶν ἐμπειρίαν, καὶ πολέμων συνοικισμούς καὶ ἐρῶν ἱδρύσεις, καὶ νόμων εἰσγήσεις καὶ γεωμετρίαν ἰδιώκειν, καὶ σπέρματα καὶ καρπῶν συναγωγὰς ὑποεἰκνύναι, καὶ συνόλους πάντα τὰ πρὸς ἡμέρωσιν ἀνθρώπου βίου παραδιδόναι τοῖς ἀνθρώποις. Ἀπὸ δὲ τοῦ χρόνου ἐκείνου οὐδὲν ἄλλο περιστὸν εὑρεθῆναι. Τοῦ δὲ ἡλίου δυνάμεως τὸ ζῷον τοῦτον (τοῦτο s. τουτί?) Ὀάννην δύναι πάλιν εἰς τὴν θάλασσαν, καὶ τὰς νύκτας ἐν τῷ πελάγει διατεῖσθαι· εἶναι γὰρ αὐτὸ ἀμφίβιον. Ὑστέρον δὲ φανῆναι καὶ ἑτέρα ζῷα ὅμοια τούτῳ, περὶ δὲ ἐν τῇ τῶν βασιλέων ἀναγραφῇ φησι δηλώσειν. Τὸν δὲ Ὀάννην περὶ γενεῶν καὶ πολιτείας γράφαι καὶ παραδιδόναι τόνδε τὸν λόγον τοῖς ἀνθρώποις.