Ancient Greek
550.3
BEROSUS CHALDAEUS, Fragmenta 550.3
Unproofread scanNot analysed yet
Τούτων δὲ ἀπὸ Ἀλεξάνδρου τοῦ Πολυΐστορος, ὡς ἀπὸ Βηρώσσου τοῦ τὰ Χαλδαϊκὰ ψευδογροῦντος προκειμένων κτλ. ἰδίαν ἑκάστῳ φωνὴν δῶναι, διὸ δὴ Βαβυλῶνα τὴν πόλιν κληθῆναι· μετὰ δὲ τὸν κατακλυσμὸν Τιτᾶνα καὶ Προμηθέα γενέσθαι. »Καὶ τὰ μὲν τῆς πυργοποιΐας Ἀλέξανδρος ταῦτα μαρτυρῶν καὶ αὐτὸς Βαβυλῶνα διὰ τὴν σύγχυσιν κληθῆναι τὴν πρὸ πολλῶν μυριάδων ἐτῶν μυθολογουμένην παρ’ αὐτοῖς βεβασίλευκέναι.