Ancient Greek
553.1
BEROSUS CHALDAEUS, Fragmenta 553.1
Unproofread scanNot analysed yet
Ad §4 cf. Syncell. p. 210, B: Τοῦτον (Ναβοπαλάσσαρον τὸν πατέρα τοῦ Νιβουγοδονόσωρ) ὁ Πολύιστωρ Ἀλέξανδρος Σαρδανάπαλλον καλεῖ πέμψαντα πρὸς Ἀστυάγην σατράπην Μηδίας καὶ τὴν θυγατέρα αὐτοῦ Ἀμυτὴν (Ἀροσίτην Goar.) λαβόντα νύμφην εἰς τὸν υἱὸν αὐτοῦ Ναβουγοδονόσωρ. Οὗτος στρατηγὸς ὑπὸ Σάρρακος τοῦ Χαλδαίων βασιλέως σταλεὶς, κατὰ τοῦ αὐτοῦ Σάρρακος εἰς Νίνον ἐπιστρατεύει· ὃ τὴν γερὸν πονήσας ὁ Σάρρακος ἑαυτὸν σὺν τοῖς βασιλείοις ἐνέπρησε, καὶ τὴν ἀρχὴν Χαλδαίων καὶ Βαβυλῶνος παρέλαβεν ὁ αὐτὸς Ναβοπαλάσσαρος, ὁ τοῦ Ναβουγοδονόσωρ πατήρ.