Ancient Greek
Dfhg-Source dfhg2_BEROSUS_CHALDAEUS
BEROSUS CHALDAEUS, Fragmenta 10
Not analysed yet
Ἀλεξάνδρου τοῦ Πολυίστορος περὶ τῆς πυργοποιίας· «Σίβυλλα δέ φησιν, ὁμοφώνων ὄντων πάντων ἀνθρώπων, τινὰς τούτων πύργον ὑπερμεγέθη οἰκοδομῆσαι, ὅπως εἰς τὸν οὐρανὸν ἀναβῶσι. Τοῦ δὲ θεοῦ ἀνέμους ἐμφυσήσαντος ἀνατρέψαι αὐτοὺς, καὶ ἰδίαν ἑκάστῳ φωνὴν δοῦναι, διὸ δὴ Βαβυλῶνα τὴν πόλιν κληθῆναι· μετὰ δὲ τὸν κατακλυσμὸν Τιτᾶνα καὶ Προμηθέα γενέσθαι.» Καὶ τὰ μὲν τῆς πυργοποιίας Ἀλέξανδρος ταῦτα μαρτυρῶν καὶ αὐτὸς Βαβυλῶνα διὰ τὴν σύγχυσιν κληθῆναι τὴν πρὸ πολλῶν μυριάδων ἐτῶν μυθολογουμένην παρ ̓ αὐτοῖς βεβασιλευκέναι.