Ancient Greek · ~3 min
IV.
Bion of Phlossa, Fragmenta IV.
Not analysed yet
Ἰξευτὰς ἔτι κῶρος ἐν ἄλσεϊ δενδράεντι
ὄρνεα θηρεύων τὸν ἀπότροπον εἶδεν Ἔρωτα
ἑσδόμενον πύξοιο ποτὶ κλάδον· ὡς δ’ ἐνόησε,
χαίρων ὥνεκα δὴ μέγα φαίνετο τὤρνεον αὐτῷ,
τὼς καλάμως ἅμα πάντας ἐπ’ ἀλλάλοισι συνάπτων
τᾷ καὶ τᾷ τὸν Ἔρωτα μετάλμενον ἀμφεδόκευε.
χὠ παῖς ἀσχαλάων, ὅκα οἱ τέλος οὐδὲν ἀπάντη,
τὼς καλάμως ῥίψας ποτ’ ἀροτρέα πρέσβυν ἵκανεν,
ὅς νιν τάνδε τέχναν ἐδιδάξατο, καὶ λέγεν αὐτῷ,
καί οἱ δεῖξεν Ἔρωτα καθήμενον. αὐτὰρ ὁ πρέσβυς
μειδιάων κίνησε κάρη καὶ ἀμείβετο παῖδα·
φείδεο τᾶς θήρας, μηδ’ ἐς τόδε τὤρνεον ἔρχευ.
φεῦγε μακράν. κακόν ἐστι τὸ θηρίον. ὄλβιος ἐσσῇ,
εἰσόκα μή νιν ἕλῃς· ἢν δ’ ἀνέρος ἐς μέτρον ἔλθῃς,
οὗτος ὁ νῦν φεύγων καὶ ἀπάλμενος αὐτὸς ἀφ’ αὑτῶ
ἐλθὼν ἐξαπίνας κεφαλὰν ἔπι σεῖο καθιξεῖ.