Ancient Greek
534.14 to 535.33
Bion Phil., Fragmenta 534.14-535.33
Unproofread scanNot analysed yet
39. Τοὺς φίλους, ὁποῖοι ἂν ὦσι, συντηρεῖν, ἵνα μὴ δοκοῖμεν πονηροὺς κεχρῆσθαι, ἢ χρηστοὺς παρητήσθαι. 40. Ἐρωτηθείς, εἰ θεοὶ εἰσιν, εἶπεν· Οὐχ ἀπ’ ἐμοῦ σκεδάσεις ὄχλον, ταλαπείριε πρέσβυ; 41 Βίων τοὺς τὰ ὦτα τοῖς κολακεύουσι παραδιδόντας ἀπεῖκαζε τοῖς ἀμφορεύσιν ὑπὸ τῶν ὄντων βαδίως μεταφερομένοις. 42 Ὁ γὰρ Βίων τὸν θεόν, κολάζοντα τοὺς παῖδας τῶν πονηρῶν, γελιόταρον εἶναι φησιν ἰατροῦ διὰ νόσον πάππου καὶ πατρὸς ἔχοντον ἢ παῖδα φαρμακεύοντος. 43 Τῷ Βίωνι δοκεῖ μὴ δυνατόν εἶναι τοῖς πολλοῖς ἀρέσκειν, εἰ μὴ πλακοῦντα γενομένου ἡ Θάσιον οἶνον. 44 Δοκεῖ μοι χαριέντως φάναι τὸν Βίωνα· πῶς ἂν ἐνδικῶς οἱ ἄνθρωποι παρὰ τοῦ Διὸς αἰτήσωνται τὴν εὐτεχνίαν, ἣν οὐδ’ αὐτῷ παρασχέιν ἴσχυσεν; 45 Τί δὲ καὶ θαυμαστόν, εἰ ὁ μὺς, φησιν ὁ Βίων, τὸν θύλακον διέτρεχεν, οὐχ εὕρων ὅ,τι φάγῃ; τοῦτο γὰρ ἦν θαυμαστόν, εἰ τὸν μὺν ὁ θύλακος κατέφαγεν. 46 Διὸ καὶ εἰ λάβοι, φησιν ὁ Βίων, φωνὴν τὰ πράγματα, ὃν τρόπον ἡμεῖς, καὶ δύναιτο δικαιολογεῖσθαι, οὐκ ἂν εἴποι, φησιν, πρῶτον ἡ πενία· ἄνθρωπε, τί μοι μάχη; ὡςπερ οἰκέτης πρὸς κύριον ἀπ’ ἱερὸν καθίσας δικαιολογεῖται· τί μοι μάχη; μὴ τί σοι κέ- κλορα, οὐ πᾶν ἄ τὸ προσταττόμενον ὑπὸ σοῦ ποῖω; οὐ τὴν ἀποφορὰν εὐτάκτως σοι φέρω; καὶ ἡ πενία εἴποι πρὸς τὸν ἐγκαλοῦντα· τί μοι μάχη; μὴ καλοῦ τινος δι’ ἡμᾶ στερήσης; μὴ σωφροσύνης; μὴ δικαιοσύνης; ἀνδρείας; ἀλλὰ μὴ τῶν ἀναγκαίων ἐνδεὴς εἰ ἢ; οὐ μαστοὶ μὲν αἱ ὀδοὶ λαχάνων; πλήρεις δὲ αἱ κρήναι ὕδατος; οὐκ εὐνάσεις τοσαύτας παρέχω ὅποσῶν γῆ; καὶ σκηνιανὴς φύλλα; ἢ εὐφραίνεσθαι μετ’ ἐμοῦ οὐκ ἔστι σοι; ἢ οὐχ ὀρθὴς γράφει φύσιν τὴν ταπεινότητα; ἢ οὐχ ὅφον ἀδάπανον καὶ ἀτρύφωρον παρασκευάζω σοι τὴν πείναν; ἢ οὐχ ὁ πεινῶν ἥδιστα ἐσθίει καὶ ἥκιστα ὄφου δεῖται; καὶ ὁ διψῶν ἥδιστα πίνει καὶ ἥκιστα τὸ μὴ παρὸν ποτὸν ἀναμίνει; ἢ πεινῆ τις πλακοῦντα ἢ διψῆ χιόνα; ἀλλ’ οὐ ταῦτα διὰ τραφὴν ζητοῦσιν οἱ