Ancient Greek · ~2 min
4 to 6
BION SOLENSIS, Fragmenta 4-6
Not analysed yet
Καθίστων δὲ καὶ πολλοὶ τοὺς καλλίστους βασιλέας, ὡς μέχρι νῦν οἱ Ἀθάνατοι καλούμενοι Αἰθίοπες, ὥς φησι Βίων ἐν Αἰθιοπικοῖς. Ὡς ἔοικε γὰρ τὸ κάλλος βασιλείας οἰκεῖόν ἐστι. Κανδάκην Αἰθίοπες πᾶσαν τὴν τοῦ βασιλέως μητέρα καλοῦσιν. Οὕτω Βίων ἐν πρώτῳ Αἰθιοπικῶν· «Αἰθίοπες τοὺς βασιλέων πατέρας οὐκ ἐκφαίνουσιν, ἀλλ ̓ ὡς ὄντας υἱοὺς ἡλίου παραδιδόασι· ἑκάστου δὲ τὴν μητέρα καλοῦσι Κανδάκην.» Cf. Hesych. :Κάνδη, γυνὴ ἡ Κανδ. Ἐβασίλευσαν Ἀσσύριοι ἀπὸ Νίνου καὶ Σεμιράμεως μέχρι Βελεοῦν τοῦ Δελκετάδου. Εἰς τοῦτον γὰρ τοῦ Σεμιράμεως γένους λήξαντος, Βελιταρᾶν κηπουργὸς ἐβασίλευσε καὶ τὸ ἐκείνου γένος ἑξῆς μέχρι Σαρδαναπάλλου, καθὰ Βίωνι καὶ Ἀλεξάνδρῳ δοκεῖ τῷ Πολυίστορι.