Ancient Greek
273.7
Boethus, Fragmenta 273.7
Unproofread scanNot analysed yet
16. ἀποδεῖξαι δ’ οἱ περὶ τὸν Βόητον κέχρηνται πιθανωτάταις, ὡς αὐτίκα λέξομεν· εἰ, φασί, γενητὸς καὶ φθαρτὸς ὁ κόσμος, ἐκ τοῦ μὴ ὄντος τὸ γενήσεται, ὅπερ καὶ τοῖς Στωικοῖς ἀποστάτατον εἶναι δοκεῖ. διὰ τί; ὅτι οὐδεμίαν φθοροποιὸν αἰτίαν εὑρεῖν ἐστιν, οὔτ’ ἐντὸς οὔτ’ ἔκτος, ἥ τὸν κόσμον ἀνελεῖ· ἔκτος μὲν γὰρ οὐδὲν ἐστιν ὅτι μὴ τάχα πον κενόν, τῶν στοιχείων ἀποκριθέντων εἰς αὐτὸν ὁλοκλήρων, εἰσω δὲ οὐδὲν νόσημα τοιοῦτον ὃ γένοιτ’ ἂν αἴτιον θεῷ τοσούτῳ διαλύσεως·