Ancient Greek
274.3
Boethus, Fragmenta 274.3
Unproofread scanNot analysed yet
Ἐπὶ πρὸς τούτοις, ἐὰν ἐκπυρωθῇ, φασί, τὰ πάντα, τί κατ' ἐκεῖνο ὁ θεὸς πράξει τὸν χρόνον; ἢ τὸ παράπαν οὐδέν; καὶ μήποτ' εἰκῶς· νυνὶ μὲν γὰρ ἕκαστα ἐφορᾷ καὶ πάντων οἷα γνήσιος πατὴρ ἐπιτροπεύει καὶ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἡμιόχου καὶ κυβερνήτου τρόπον ἡμιοχεῖ καὶ πηδαλίουχεῖ τὰ σύμπαντα, ἡλίῳ τε καὶ σελήνῃ καὶ τοῖς ἄλλοις πλάνησι καὶ ἀπλανέσιν, ἐπὶ δ' ἀέρι καὶ τοῖς μέρεσι τοῦ κόσμου παριστάμενος καὶ συνδρῶν ὅσα πρὸς τὴν τοῦ ὅλου διαμονὴν καὶ τὴν κατ' ὀρθὸν λόγον ἀνυπαίτιον διοίκησιν. πάντων δ' ἀναιρεθέντων, ὑπ' ἀργίας καὶ ἀπραξίας δεινῆς ἀβιώτῳ βίῳ χρήσεται· οὐ τί γένοιτ' ἂν ἀτοπώτερον; ὅκνῶ λέγειν, ὅ μηδὲ θέμις εἰπεῖν, ὅτι ἀκολουθήσει θεῷ θάνατος, εἰ γε καὶ ἡρεμία· τὸ γὰρ ἀεικίνητον ἐὰν ἀνέλῃς ψυχῆς, καὶ αὐτὴν πάντως συνανελείς. ψυχὴ δὲ τοῦ κόσμου