Ancient Greek
Volume 3a,263,F
Bolus Med. et Phil., Fragmenta 1
Not analysed yet
CLEM. AL. Strom. 1, 69, 4: Δημόκριτος γὰρ τοὺς Βαβυλωνίους λόγους †ἠθικοὺς πεποίηται· λέγεται γὰρ τὴν Ἀκικάρου στήλην ἑρμηνευθεῖσαν τοῖς ἰδίοις συντάξαι συγγράμμασι· κἄστιν ἐπισημήνασθαι †παρ' αὐτοῦ «τάδε λέγει Δημόκριτος» γράφοντος. (5) ναὶ μὴν καὶ περὶ αὑτοῦ ἧι σεμνυνόμενός φησί που ἐπὶ τῆι πολυμαθίαι· «ἐγὼ δὲ τῶν κατ' ἐμαυτὸν ἀνθρώπων γῆν πλείστην ἐπλανησάμην ἱστορέων τὰ μήκιστα, καὶ ἀέρας τε καὶ γέας πλείστας εἶδον, καὶ λογίων ἀνθρώπων πλείστων ἐσήκουσα, καὶ γραμμέων συνθέσιος μετὰ ἀποδείξεως οὐδείς κώ με παρήλλαξεν, οὐδ' οἱ Αἰγυπτίων καλεόμενοι ἁρπεδονάπται, σὺν τοῖς δ' ἐπὶ πᾶσιν ἐπ' ἔτεα πέντε ἐπὶ ξείνης ἐγενήθην». (6) ἐπῆλθε γὰρ Βαβυλῶνά τε καὶ Περσίδα καὶ Αἴγυπτον τοῖς τε μάγοις καὶ τοῖς ἱερεῦσι μαθητεύων. Ζωροάστρην δὲ τὸν μάγον τὸν Πέρσην ὁ Πυθαγόρας ἐζήλωσεν . . . .