Ancient Greek · ~4 min
2 to 3d
Bolus Med. et Phil., Testimonia 2-3d
Not analysed yet
DIOG. LAERT. 9, 34: οὗτος μάγων τινῶν διήκουσε καὶ Χαλδαίων, Ξέρξου τοῦ βασιλέως τῶι πατρὶ αὐτοῦ ἐπιστάτας καταλιπόντος ἡνίκα ἐξενίσθη παρ' αὐτῶι, καθά φησι καὶ Ἡρόδοτος (—)· παρ' ὧν τά τε περὶ θεολογίας καὶ ἀστρολογίας ἔμαθεν ἔτι παῖς ὤν. DIOG. LAERT. 9, 35: φησὶ δὲ Δημήτριος ἐν Ὁμωνύμοις (IV) καὶ Ἀντισθένης ἐν Διαδοχαῖς (III B) ἀποδημῆσαι αὐτὸν καὶ εἰς Αἴγυπτον πρὸς τοὺς ἱερέας γεωμετρίαν μαθησόμενον, καὶ πρὸς Χαλδαίους εἰς τὴν Περσίδα, καὶ εἰς τὴν Ἐρυθρὰν θάλασσαν γενέσθαι· τοῖς τε Γυμνοσοφισταῖς φασί τινες συμμῖξαι αὐτὸν ἐν Ἰνδίαι, καὶ εἰς Αἰθιοπίαν ἐλθεῖν. SUID. s. Δημόκριτος· . . . . μαθητὴς κατά τινας Ἀναξαγόρου καὶ Λευκίππου, ὡς δέ τινες καὶ μάγων καὶ Χαλδαίων Περσῶν. ἦλθε γὰρ καὶ εἰς Πέρσας καὶ Ἰνδοὺς καὶ Αἰγυπτίους, καὶ τὰ παρ' ἑκάστοις ἐπαιδεύθη σοφά. AELIAN. VH 4, 20: ἧκεν οὖν πρὸς τοὺς Χαλδαίους καὶ εἰς Βαβυλῶνα καὶ πρὸς τοὺς μάγους καὶ τοὺς σοφιστὰς τῶν Ἰνδῶν. HIPPOLYT. Refut. 1, 13: πολλοῖς συμβαλὼν γυμνοσοφισταῖς ἐν Ἰνδοῖς καὶ ἱερεῦσιν ἐν Αἰγύπτωι καὶ ἀστρολόγοις καὶ ἐν Βαβυλῶνι μάγοις.