Ancient Greek · ~3 min
λθ′. Βροῦτος Κυζικηνοῖς.
Bruti Epistulae, Epistulae λθ′. Βροῦτος Κυζικηνοῖς.
Not analysed yet
Οἱ πρέσβεις ὑμῶν συνέτυχόν μοι ἀπιόντι ἐπὶ τὸν πόλεμον καὶ παρεῖσθαι τῆς συμμαχίας ἱκέτευον ἀσθένειαν αἰτιώμενοι καὶ τὸ ἀπορεῖν τὰ κοινά. δίκαιον μὲν οὖν ἦν, πλησίον ἤδη τῆς χρείας κατεπειγούσης, καὶ εἰ πρότερον οὐκ ἔδοτε, κἂν νῦν ἐπιπέμψαι. πλέον γὰρ ἂν ἐτίμα τὴν λειτουργίαν ὑμῶν ὁ καιρός. ἐπεὶ δὲ ἐοίκατε τὰ κακίω τοῦ πολέμου προλαβεῖν ἐλπίδι, τῇ μὲν ἀσθενείᾳ ὑμῶν ἣν αἰτιᾶσθε ἥδομαι (τοὐναντίον γὰρ ἂν ἠχθέσθην ἀκούων ἰσχύειν ὑμᾶς κακοὺς ὄντας), τοὺς δὲ ἄνδρας ὑμῶν συμμάχους μὲν οὐκέτι, ὑπουργοὺς δὲ καὶ ἄκοντας ἕξω. λέληθε δὲ ὑμᾶς οὐδαμῶς ὡς δεινὸν τῆς ἐκ τοῦ πολέμου μετασχεῖν νίκης, εἰ γένοιτο, τοὺς τό γ’ ἐφ’ ἑαυτοῖς εἰς πᾶσαν ἡμᾶς ἀσθένειαν προδόντας.