Ancient Greek · ~3 min
μ′. Κυζικηνοὶ Βρούτῳ.
Bruti Epistulae, Epistulae μ′. Κυζικηνοὶ Βρούτῳ.
Not analysed yet
Τὸ σπουδαῖον ἡμῶν οὐκ ἐξ ὧν πολλάκις ὑπουργήσαμεν μόνον, ἀλλὰ καὶ ταῖς παρὰ σοῦ δωρεαῖς μαρτυρηθὲν ἐδόκει πεπιστεῦσθαι. ἐπεὶ δὲ τοῖς κατὰ προαίρεσιν οὐχ ἅπαντες ὁμονοοῦσιν οἱ καιροί, τί δεῖ μέρος ἔχθρας ἀριθμῆσαι τήν ποτε ἀσθένειαν; πᾶν γὰρ τοὐναντίον μιᾶς ὑποληπτέον μεγαλοψυχίας τὸ πολυωρεῖν τοὺς ὀρθῶς διακονήσαντας καὶ συγγνώμην ὑποτιμήσει χαρίζεσθαι. σὺ δὲ καὶ πρὸς ἐφήδεσθαι τῇ ἀδυναμίᾳ ἔφης ἡμῶν, ὥσπερ οὐχὶ σοὶ ἐλλείπειν μέλλοντος ὅσον ἂν ἡμῖν ἐνδέῃ. τοὺς μὲν οὖν ἄνδρας, εἴτε συμμάχους εἴτε ὑπουργοὺς ἐθέλεις (οὐ διοισόμεθα γὰρ περὶ ὀνομάτων), ἄπαγε, ἡμεῖς δὲ εἰ ἀπεγνώκειμέν σου τὰς εἰς τὸν πόλεμον ἐλπίδας, οὐκ ἂν ἐθεραπεύομεν αὐτὰς πρεσβευόμενοι. νῦν δὲ τὰ βέλτιστα εὐχόμενοι περὶ σοῦ καὶ νὴ Δία προσδοκῶντες, εἰ καὶ τῶν ἐπινικίων ἀπελαθησόμεθα ὡς ἐχθροί, τῆς γοῦν χαρᾶς μεθέξομεν ὡς φίλοι.