Ancient Greek · ~4 min
νε′. Βροῦτος Τραλλιανοῖς.
Bruti Epistulae, Epistulae νε′. Βροῦτος Τραλλιανοῖς.
Not analysed yet
Ἠγγέλθη μοι Μηνόδωρον ὑμέτερον πολίτην, ξένον καὶ φίλον Δολοϐέλλᾳ τῷ ἡμετέρῳ πολεμίῳ, καὶ πρότερον ὑμᾶς μὴ εἴργειν αὐτὸν ἐν τῇ ὑμετέρᾳ στρατοπεδεύοντα πεῖσαι, καὶ νῦν ὅπως καὶ αὐτὸν καὶ τὴν στρατιὰν αὐτοῦ τῇ πόλει δέξησθε συμβουλεύειν. ἐγὼ δὲ ὡς μὲν οὐδὲν ὀνήσει Δολοβέλλαν, εἰ καὶ ταῦτα καὶ ἔτι πλείω τούτων ποιῆσαι προσαχθείητε ὑπὸ Μηνοδώρου ἢ καὶ εἴ τις ἄλλος πείσειεν, οὐκ ἀγνοῶ, οὐδὲ μὴν οὔτε Μηνόδωρον ἡ Δολοβέλλα φιλία καὶ ξενία, οὐ μὴν ἀλλ’ οὐχ ὅπως κολάσαιμί τινας σκοπῶν ἐφεδρεύειν οἶμαι τοῖς ἑνὸς ἑκάστου ἁμαρτήμασιν. ἵνα μέντοι μηδὲν δὲν ἄξιον ἁμαρτεῖν ἀναγκασθῆτε, κελεύω ὑμᾶς Μηνόδωρον φυγαδεῦσαι τῆς πατρίδος τοῦ ἰδίου λυσιτελοῦς ἕνεκα, εἴ γέ τι λυσιτελεῖν ἔμελλεν αὐτῷ τὴν πατρίδα πωλοῦντι, Δολοβέλλαν δὲ μήτε τῇ πόλει δέχεσθαι, τῆς τε γῆς ἐξελάσαι, βιαζόμενον δὲ ὅπλοις ἀμύνασθαι, ἢ ἀπειθοῦντας οὐχ ὑπὸ Μηνοδώρου ταῦθ’ ὑμᾶς οἰήσομαι προαχθέντας πεισθῆναι, ἀλλ’ αὐτοὺς Μηνοδώρῳ τούτων ἀφορμὴν δοῦναι ἐθέλοντας.