Ancient Greek · ~4 min
νς′. Τραλλιανοὶ Βρούτῳ.
Bruti Epistulae, Epistulae νς′. Τραλλιανοὶ Βρούτῳ.
Not analysed yet
Οὐ Μηνόδωρος ὑποδέξασθαι τῇ πόλει Δολοβέλλαν καὶ τὴν στρατιὰν αὐτοῦ προηγάγετο ἡμᾶς, ὥσπερ οὐδὲ πάλαι στρατοπεδεύοντα περιορᾶν ἔπειθεν. ἀλλ’ οὐδὲ εἰ ταῦτα ἐπέπρακτο, ἡγούμεθα δοκεῖν αὐτοὶ Μηνοδώρῳ τοιαύτης εὐβουλίας ἀφορμὴν παρεσχῆσθαι· τάχιον γὰρ ἂν τὴν πρὸς Ῥωμαίους ὁμολογήσαιμεν συμμαχίαν ἡμεῖς ἢ σὺ τοῖς παρ’ ἡμῶν τὴν Δολοβέλλα ξενίαν ἐπικαλεῖς, οἷς εἰ καὶ μηδέν, ὡς λέγεις, ὄφελος οἴσεται ἡ πρὸς ἀλλήλους ὁμόνοια, μέγα γοῦν περιγένοιτ’ ἂν τὸ ἐκ τῆς πίστεως εὐσυνείδητον. ὅπλων μέντοι καὶ φυγαδείας οὐδέν τι τοῖς πράγμασι προσδεῖ· Μηνόδωρος γὰρ συναπῆρκε Δολοβέλλᾳ, μὰ Δί’ οὐχ ὡς πιπράσκειν τὴν πατρίδα κεκωλυμένος, ἀλλὰ τὴν ἀρχὴν οὐδὲ νομίζων ἀδίκημα τῷ φίλῳ συνίστασθαι εἰς τὰ ἐπιτήδεια. σὺ δ’ εἰ καλὸν ὑπολαμβάνεις, ὥσπερ καὶ ἔστι καλόν, τὸ μὴ περιμένειν ποτὲ ἁμαρτάνοντας ἀμύνεσθαι, πολλῷ μᾶλλον οἰήθητι δεῖν μὴ προεξανίστασθαι τῶν διαβολῶν, ἀλλ’ ἐπὶ τῷ συμβησομένῳ τὴν κρίσιν τηρεῖν, ἐπεὶ δόξεις οὐκ ἐφ’ οἷς ἂν μέμφῃ τοὺς πέλας δυσμενῶς διατίθεσθαι, πρὸς οὓς δ’ ἂν ἔχθραν ἔχῃς, αἰτίας τούτοις ἐπιφέρειν.