Ancient Greek · ~1 min
νθ′. Βροῦτος Βιθυνοῖς.
Bruti Epistulae, Epistulae νθ′. Βροῦτος Βιθυνοῖς.
Not analysed yet
Μηδενὶ δοκείτω χαλεπόν, εἰ πολλὰ εἰσπράττομεν πολλῶν δεόμενοι· τούτων γὰρ ἡμεῖς ἔργα ἀποδίδομεν. εἰ δὲ τὸ τῶν εἰσφορῶν πλῆθος βαρύνεσθε, μεμνῆσθαι χρὴ πόσοι πόνοι σὺν τοῖς διδομένοις ὑφ’ ἡμῶν ἀναλίσκονται. παντὶ γὰρ δῆλον ὅτι τοῦ παρασκευαζομένου κάμνει πλεῖον ὁ ταῖς παρασκευαῖς τοῦ πολέμου χρώμενος, ἄλλως τε καὶ ὑμῶν μὲν τῆς οἰκείας φροντίδος ἑκάστῳ, ἡμῖν δὲ τῆς ἁπάντων προνοεῖν ἀνάγκη.