Ancient Greek · ~2 min
ξ′. Βιθυνοὶ Βρούτῳ.
Bruti Epistulae, Epistulae ξ′. Βιθυνοὶ Βρούτῳ.
Not analysed yet
Οὐχ ὅσων δεῖσθαί σοι συμβέβηκεν ἤδη καὶ ἡμῖν εὐπορεῖν τοσούτων περίεστι· γνοίης δ’ ἂν δι’ ὅσων ἀθροίζεται τὰ παρασκευαζόμενα καμάτων ἐξ ὧν αὐτὸς ἀναλίσκων αὐτὰ κοπιᾷς. καίτοι τὸ μὲν ὑπὲρ ἄλλων εἰσφέρειν μετὰ πόνου καὶ ἀλυσιτελὲς φαίνεται, τὸ δὲ ταῖς ἑτέρων παρασκευαῖς χρῆσθαι μετ’ ὠφελείας ἐστὶ ρᾴδιον. εἰ δὲ καὶ ὑπὲρ πολλῶν φὴς κακοπαθεῖν, καὶ ἀπὸ πλειόνων σοι ποριστέον· οὐ γὰρ οἷόν τε ἡμᾶς τοὺς περὶ μόνων ἑαυτῶν φροντίζοντας ταῖς ὑπὲρ ἁπάντων εἰσφοραῖς ἐξαρκεῖν.