Ancient Greek · ~2 min
ξγ′. Βροῦτος Βιθυνοῖς.
Bruti Epistulae, Epistulae ξγ′. Βροῦτος Βιθυνοῖς.
Not analysed yet
Ἔγραψέ μοι Ἀκύλας πολλήν τινα ὑμῖν ῥᾳθυμίαν ἐγκεῖσθαι τῆς εἰς τὰ πλοῖα ὑπουργίας, ἐγὼ δὲ ἐκεῖνον σφόδρα ἐμεμψάμην τῆς ἀνεξικακίας, πειθόμενον ἐπιστολῶν μοι τῶν καθ’ ὑμῶν, ἃς παρ’ ἕκαστα πέμπων οὐ παύεται, δεῖν μᾶλλον ἢ νεῶν, κἂν εἰ σὺν ταῖς κατ’ αὐτοῦ πρεσβείαις δέοι· οὐ γὰρ οἷόν τε διὰ τούτων ἐκείνας καταρτισθῆναι. ὑμᾶς δὲ ὑπομνήσαιμ’ ἂν ἡδέως καὶ νῦν καὶ ἔπειτα τοῦ μὴ ἄκοντας ἡμῖν ἀλλ’ ἑκόντας καὶ εἰς ταῦτα καὶ εἰς τὰ ἄλλα πάντα ὁμοίως συναγωνίζεσθαι· ἐκ τῶν παρόντων γὰρ καὶ περὶ ἐκείνων ρᾴδιον τεκμαίρεσθαι.