Ancient Greek · ~2 min
ξδ′. Βιθυνοὶ Βρούτῳ.
Bruti Epistulae, Epistulae ξδ′. Βιθυνοὶ Βρούτῳ.
Not analysed yet
Ἀκύλας οὐ κατήγορος ἡμῶν τῆς ὀλιγωρίας μᾶλλον ἢ μάρτυς φαίνεται τῆς ἀσθενείας. εἰ γοῦν ἀμελοῦντας ἀληθῶς ἐγίγνωσκεν, οὐκ ἂν παρὸν βιάσασθαι τὴν ὀλιγωρίαν περὶ αὐτῆς σοι ἐπέστελλεν, ἄλλως τε μηδ’ ἡμῶν πρεσβεύεσθαι μελλόντων κατὰ τοῦ διακονοῦντος πρὸς τὸν πέμψαντα. νυνὶ δὲ Ἀκύλας μὲν συνεῖδε τὸ τῆς χρείας ἀδύνατον, σὺ δὲ δι’ ἀπειλῆς λύσειν νομίζων τὸ ἄπορον ἀδίκως ἅμα καὶ ἀνωφελῶς χαλεπαίνεις· οὔτε γὰρ ἐλπὶς οὔτε φόβος χορηγίας αἴτιον, ἀλλὰ τὸ δύνασθαι.