Ancient Greek · Iambic trimeter
Poem 1920
Byzantine Book Epigrams, Book Epigrams: Acrostics 1920
Not analysed yet
Ἔθελξας εὖ με τοῖσδε τοῖς θεορρύτοις
ὑπερφερὴς πέλουσα κοσμίως λόγοις
σεπτὴ διαμπὰξ βίβλε παμφαεστάτη.
Ταύτῃ προχείρως ὧν ἔφησας δογμάτων·
ῥύβδην ὑπάρξω καὶ τίσω φθόνου ἄτερ
ἀπρὶξ λιτοῦσιν εὐθὺς εἰ βίβλον λάβω.
Τιμὴν ταλαντεύουσα σου τῆς εὐθύμου
ἴσην ὅπως σέ μοι τίσουσιν εὖ μάλα.
Ὄντως γὰρ οὕτως εἰ δράσω καθὼς ἔφης,
στίφη διώξω τῶν φθορευόντων νόας.