Ancient Greek
Poem 2980
Byzantine Book Epigrams, Book Epigrams: Acrostics 2980
Not analysed yet
Ὁ ταύτην γράψας τὴν προκειμένην δέλτον
Πέτρος μοναχὸς καὶ ἱερεὺς ἀχρεῖος
Ἕχουσαν ἔνδον ἀκολουθίας δύο
Τοῦ σχήματός τε καὶ τῶν κεκοιμημένων,
Ῥανίδος τυχεῖν ἐλέους ἐξαιτεῖτε
Ὅσοις τῷ Θεῷ διʹ αὐτῆς λιπαρῶσιν
Συγχώρησίν τε καὶ λύσιν ὀφλημάτων.