Ancient Greek
Poem 3931
Byzantine Book Epigrams, Book Epigrams: Acrostics 3931
Not analysed yet
Γηρὰν ὁδόντα τῆς ἐμῆς γραφῆς φίλε
ἐνδρᾶς σκότος τις ἐξ ὑγραίνων οὐχ ἅπαξ
ὠκυστομεὺς δὲ προσθήγων τοῦτο πάνυ
ῥάως τέθηγε κ’ ἐξ ὑφαίνει πολλάκις
γελὰ γὰρ οἶμαι˙ καὶ μόνη τύχη τότε
ἰσοστιχοῦσα τῶν ἰσογράφων ἄγαυν
ὅθεν γραφεὺς μὲν οὔμως. Ὥρμησεν γράφειν
σαθρῶς πάραυτα μὴ τεθημένη τρόπου
παντὸς φέρον γε τὴν ἀκήρατον χάριν
ἀλλ’ ὦ σοφισταὶ καὶ πανεύρυθμον στόμα
ἰσοστάτην τὸν δ’οὔποτε βλέψας καίπερ
σύγνωθι πάντως ὡς ἀπλουστέρω τάχα.