Ancient Greek
Poem 4441
Byzantine Book Epigrams, Book Epigrams: Acrostics 4441
Not analysed yet
Ἰδὼν δὲ τὸν ζῆλον τοῦ ἱεροῦ τούτου
Ὥσπερ ἄλλον ἐπὶ τοῦ παρόντος Παῦλον
Ἀποστεῖλαι σπεύδοντα τοῖς τῆς ἑῴας
Νόμον ἔνθεον ὄντα τὴν βίβλον ταύτην,
Νόμῳ θεϊκῷ κἀγὼ ὑπείκων ὁ τάλας,
Ὅλῃ μου τῇ δυνάμει καθυπουργήσας,
Ὑπακοῆς πάσης ἀνώτερον κρίνας
Μὴ ἀνανεῦσαι πρὸς τὴν κέλευσιν τούτου
Ὅλην τὴν βίβλον ταύτην δόνακι γράψας,
Νοερῶς μάλα ἐν αὐτῇ ἐντρυφήσας
Ἀπεσεισάμην ἔγκλημα ἀπειθείας.
Χριστὸν δὲ δυσωπῶ ταῖς τούτου πρεσβείαις,
Ὅταν ἐν τῇ κρίσει μέλλω παρεστάναι,
Ὑπέρτερος εὑρεθῆναι καταδίκης.